Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.45
Not analysed yet
45. Ἑτέρη πλευρῖτις· πυρετὸς ἔχει καὶ βὴξ καὶ ῥῖγος καὶ ὀδύνη ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληῗδα ἐνίοτε, καὶ τὸ σίελον πτύει ὑπόχολον καὶ ὕφαιμον, ὅταν τύχῃ ῥηγματίας ὤν. Τούτῳ ᾗ ἂν ὀδύνη ἔχῃ μάλιστα, προστιθέναι χλιάσματα, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πουλὺς ἔχῃ· ἢν δὲ μὴ, μή· πίνειν δὲ διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων, ἄρτι ὑπόγλυκυ ποιέων, καὶ μεταμίσγειν ὕδωρ, ῥοφάνειν δὲ τὸν χυλὸν τοῦ κέγχρου δὶς τῆς ἡμέρης, καὶ ἐπιπινέτω οἶνον λευκὸν ὑδαρέα, καὶ ἢν ὑπερφύγῃ τὰς τεσσαρεσκαίδεκα ἡμέρας, ὑγιὴς γίνεται.