Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.46
Not analysed yet
46. Ἄλλη πλευρῖτις· πυρετὸς ἴσχει καὶ βρυγμὸς καὶ βὴξ ξηρὴ. καὶ ἐκβήσσεται χλωρὰ, ἔστι δ’ ὅτε καὶ πελιδνὰ, καὶ τὸ πλευρὸν ὀδύνη λαμβάνει, καὶ τὸ μετάφρενον ὑπέρυθρον γίνεται, χλιαίνεται δὲ τὴν κεφαλὴν καὶ τὰ στήθεα, ποτὲ δὲ τὴν κοιλίην καὶ τοὺς πόδας καὶ τὰ σκέλεα, καὶ ἀνακαθήμενος μᾶλλον βήσσει, καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὸ ἀποπάτημα πάνυ χλωρὸν καὶ κάκοδμον. Οὗτος ἐν εἴκοσιν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ἐκφύγῃ, ὑγιὴς γίνεται. Τούτῳ, ἔστ’ ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσι, διδόναι πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα· ῥοφέειν δὲ τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἀντὶ δὲ τοῦ μέλιτος ὑπὸ τὸν χυλὸν μίσγειν ῥοιῆς χυλὸν οἰνώδεος, ὅταν ἤδη ὁ χυλὸς ἑφθὸς ᾖ, καὶ λούειν μὴ πολλῷ· ἐπὴν δὲ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἔπειτα ἀριστιζέσθω τὸν κέγχρον, ἐς ἑσπέρην δὲ τοῖσι κρέασι τοῖσιν ὀρνιθίοισι καὶ τῷ ζωμῷ καὶ σιτίοισιν ὀλίγοισι χρήσθω. Τὴν δὲ τοιαύτην νοῦσον ὀλίγοι ἐκφυγγάνουσιν.