Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.49
Not analysed yet
49. Ἑτέρη νοῦσος, ἥτις καλέεται φθόη· βὴξ ἔχει, καὶ τὸ πτύσμα πολλὸν καὶ ὑγρὸν, καὶ ἐνίοτε ῥηϊδίως ἀναβήσσεται, καὶ τὸ πῦον οἷον, χάλαζα, καὶ διατριβόμενον ἐν τοῖσι δακτύλοισι σκληρὸν καὶ κάκοδμον γίνεται· ἡ δὲ φωνὴ καθαρὴ καὶ ἀνώδυνος, καὶ οἱ πυρετοὶ οὐ λαμβάνουσι, θέρμη δὲ ἐνίοτε, ἄλλως τε καὶ ἀσθενής. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ φάκιον, καὶ εὐωχέειν ὡς μάλιστα, ἀπεχόμενον τῶν δριμέων καὶ κρεῶν βοείων καὶ χοιρείων καὶ οἰείων, καὶ γυμνάζεσθαι ὀλίγα καὶ περιπατέειν, καὶ ἀπὸ σιτίων ἐμέτοισι χρῆσθαι, καὶ λαγνείης ἀπέχεσθαι. Αὕτη ἡ νοῦσος γίνεται ἑπτὰ ἔτεα ἢ ἐννέα· οὗτος ἢν ἐξ ἀρχῆς θεραπευθῇ, ὑγιὴς γίνεται.