Ancient Greek · ~8 min
Book 2
Hippocrates, De morbis i-iii 2.50
Not analysed yet
50. Ἢν ἀφθήσῃ ἡ σύριγξ τοῦ πλεύμονος, πυρετὸς ἴσχει βληχρὸς, καὶ ὀδύνη μέσον τὸ στῆθος, καὶ τοῦ σώματος κνησμὸς, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τὸ σίαλον ὑγρὸν καὶ λεπτὸν πτύει, ἐνίοτε δὲ παχὺ καὶ οἷον πτισάνης χυλόν· καὶ ἐν τῷ στόματι ὀδμή οἱ ἐγγίνεται βαρέη οἷον ἀπὸ ἰχθύων ὠμῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε ἐν τῷ σιάλῳ ἐμφαίνεται σκληρὰ, οἷον μύκης ἀφ’ ἕλκεος· καὶ τὰ ἄνω λεπτύνεται, μάλιστα δὲ ἅπας· καὶ οἱ κύκλοι τοῦ προσώπου ἐρυθριῶσι, καὶ οἱ ὄνυχες τῷ χρόνῳ ἕλκονται καὶ ξηροὶ καὶ χλωροὶ γίνονται. Τελευτᾷ δὲ αὐτίκα, ἢν μὴ θεραπευθῇ, αἷμα πτύων καὶ πῦον· ἔπειτα καὶ πυρετοὶ ἰσχυροὶ ἐπιγινόμενοι κατ’ οὖν ἔκτειναν· ἢν δὲ θεραπευθῇ, ἐκφυγγάνει ἐκ ταύτης τῆς φθίσιος. Θεραπεύειν δὲ χρὴ, φάκια πιπίσκοντα ἐμέειν· ἢν δέ σοι καιρὸς δοκέῃ εἶναι ἐλλέβορον πίνειν, ἢν μὲν δυνατὸς ἔῃ ὥνθρωπος, αὐτόθεν· ἢν δὲ μὴ, παραμίσγειν τῷ φακίῳ ἥμισυ πόσιος, διαλείπων ἐν πέμπτῃ ἢ ἐν ἕκτῃ πόσει· τὴν δὲ κάτω κοιλίην μὴ κινέειν φαρμάκῳ, ἢν μὴ οἱ πυρετοὶ λαμβάνωσιν ἰσχυροί· ἢν δὲ λαμβάνωσι, γάλακτι ὄνου ὑποκαθαίρειν. Ἢν δὲ ἀσθενὴς ᾖ ὥστε πίνειν, ὑποκλύσαι· ἧττον δὲ κεφαλήν· καὶ ἢν μὲν τὸ σίαλον ἐς τὸ στόμα ἴῃ πολλὸν καὶ ἁλμυρὸν, πρὸς τὰς ῥῖνας προσθεῖναι ὅ τι χολὴν μὴ ἄξει· ἢν δὲ μὴ ἴῃ τὸ ῥεῦμα ἐς τὸ στόμα, μὴ προστιθέναι πρὸς τὴν κεφαλήν· ἐπὴν. δὲ τὸ σίαλον δυσῶδες ᾖ, τὰς μεταξὺ τῶν φακίων ἐγχεῖν ἐς τὸν πλεύμονα φάρμακον· μίην δὲ διαλιπὼν ἐπὴν ἔχῃς ἡμέρην, θυμιᾷν. Σιτίοισι δὲ χρῆσθαι κρέασι μηλείοισι καὶ ὀρνιθίοισι, καὶ ἰχθύσι σελάχεσι καὶ σκορπίοισιν ἑφθοῖσι· διὰ τετάρτης ἡμέρης τάριχον ἐσθιέτω ὡς ἄριστον καὶ πιότατον, καὶ ἀριστάτω μὲν μᾶζαν, δειπνείτω δὲ ταύτῃ συμμίσγων καὶ ἄρτον· καὶ μήτε ῥοφανέτω μηδὲν, μήτε κυκεῶνα πινέτω, ἢν ἐσθίειν δυνατὸς ᾖ· τὰ δ’ ὀψὰ ἡδύνειν σησάμῳ ἀντὶ τοῦ τυροῦ, καὶ κοριάνῳ καὶ ἀνήθῳ· σιλφίῳ δὲ μηδὲν χρῆσθαι μηδέ τινι ἄλλῳ λαχάνῳ δριμέϊ, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ. Περιπάτοισι δὲ χρήσθω καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὸ σιτίον, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον· θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων· λούσθω δὲ χλιαρῷ, πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ὡς διὰ πλείστου χρόνου.