Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.59
Not analysed yet
59. Ὁ πλεύμων προσπεσὼν ἐς τὸ πλευρόν· ἢν ὁ πλεύμων πρὸς τὸ πλευρὸν προσπέσῃ, βὴξ ἴσχει καὶ ὀρθοπνοίη, καὶ σίαλον βήσσεται λευκὸν, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον ἴσχει, καὶ ὠθέει προσκείμενος, καὶ δοκέει τι ἐγκέεσθαι βαρὺ ἐν τοῖσι στήθεσι, καὶ κεντέουσιν ὀδύναι ὀξεῖαι, καὶ τρίζει οἷον μάσθλης, καὶ τὴν πνοιὴν ἐπέχει· καὶ ἐπὶ μὲν τὸ πονέον ἐνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιὲς οὒ, ἀλλὰ δοκέει τι αὐτῷ οἷον ἐκκρέμασθαι βαρὺ ἐκ τοῦ πλευροῦ, καὶ διαπνέειν δοκέει διὰ τοῦ στήθεος. Τοῦτον λούειν θερμῷ πολλῷ δὶς τῆς ἡμέρης, καὶ μελίκρητον πιπίσκειν, καὶ ἐκ τοῦ λουτροῦ, οἶνον λευκὸν κεραννὺς καὶ μέλι ὀλίγον, καὶ δαύκου καρπὸν τρίψας καὶ τῆς κενταυρίης, διεὶς τούτοισι, διδόναι χλιαρὸν καταῤῥοφάνειν· καὶ προστιθέναι πρὸς τὸ πλευρὸν ἐς ἀσκεῖον ἢ ἐς βοείην κύστιν ὕδωρ χλιαρὸν ἐγχέων, καὶ ταινίῃ συνδεῖν τὰ στήθεα, καὶ κεῖσθαι ἐπὶ τὸ ὑγιὲς, καὶ τὸν χυλὸν διδόναι τῆς πτισάνης χλιαρὸν, καὶ ἐπιπίνειν οἶνον ὑδαρέα. Ἢν δὲ ἐκ τρώματος τοῦτο γένηται ἢ τμηθέντι ἐμπύῳ, γίνεται γὰρ, τούτῳ κύστιν πρὸς σύριγγα προσδήσας, ἐμπιπλάναι τῆς φύσης καὶ εἰσιέναι ἔσω, καὶ μοτὸν στερεὸν κασσιτέρινον ἐντιθέναι, καὶ ἀπωθέειν πρόσω. Οὕτω διαιτῶν τυγχάνοις ἂν μάλιστα.