Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.60
Not analysed yet
60. Τοῦ πλευροῦ φῦμα· ἐπὴν ἐν πλευρῷ φῦμα ᾖ, βὴξ ἴσχει σκληρὴ καὶ ὀδύνη καὶ πυρετὸς, καὶ ἔγκειται βαρὺ ἐν τῷ πλευρῷ, καὶ ὀδύνη ὀξέη ἐς τὸ αὐτὸ ἀεὶ χωρίον λαμβάνει, καὶ δίψα ἰσχυρὴ, καὶ ἀπερεύγεται τὸ πόμα θερμὸν, καὶ ἐπὶ μὲν τὸ ἀλγέον οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιές· ἀλλ’ ἐπὴν κατακλίνῃ, δοκέει οἷόν περ λίθος ἐκκρέμασθαι, καὶ ἐξοιδέει, καὶ ἐξερεύθει, καὶ οἱ πόδες οἰδέουσιν. Τοῦτον τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον, ἔστ’ ἂν γένηται δεκαταῖος, καὶ μοτοῦν ὠμολίνῳ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἐξιεὶς τὸ πῦον πᾶν, ἐσιέναι οἶνον καὶ ἔλαιον χλιήνας, ὡς μὴ ἐξαπίνης ἀποξηρανθῇ, καὶ μοτοῦν ὀθονίῳ· ἐξιεὶς δὲ τὸ ἐγκεχυμένον, ἐγχέειν ἕτερον· ποιέειν δὲ ταῦτα πέντε ἡμέρας· ἐπὴν δὲ τὸ πῦον λεπτὸν ἀποῤῥέῃ οἷον πτισάνης χυλὸς καὶ ὀλίγον, καὶ κολλῶδες ἔν τῇ χειρὶ ψαυόμενον ᾖ, κασσιτέρινον μοτὸν ἐντιθέναι, καὶ ἐπὴν παντάπασι ξηρανθῇ, ἀποτάμνων τε τοῦ μοτοῦ ὀλίγον, ἀεὶ ξυμφύειν τὸ ἕλκος πρὸς τὸν μοτόν.