Ancient Greek
Book 2
Hippocrates, De morbis i-iii 2.62
Not analysed yet
62. Στῆθος ἢ μετάφρενον ῥαγέν· ἢν τὸ στῆθος ἢ τὸ μετάφρενον ῥαγῇ, ὀδύναι ἴσχουσι τὸ στῆθος καὶ τὸ μετάφρενον διαμπερὲς, καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ τὸ σίαλον ὕφαιμον βήσσεται, τὸ δ’ οἷον θρὶξ διατρέχει διὰ τοῦ σιάλου αἱματώδης· μάλιστα δὲ ταῦτα πάσχει, ἢν τῇσι χερσί τι πονήσῃ ἢ ἐφ’ ἄμαξαν ἐπιβῇ ἢ ἐφ’ ἵππον. Τοῦτον καίειν καὶ ἔμπροσθεν καὶ ἐξόπισθεν μοίρῃ ἴσῃ ἑκάτερον, καὶ οὕτως ὑγιὴς γίνεται· ἐπισχεῖν δὲ τῶν πόνων ἐνιαυτὸν, καὶ παχῦναι ἐκ τῆς καύσιος.