Ancient Greek · ~3 min
Book 2
Hippocrates, De morbis i-iii 2.63
Not analysed yet
63. Πυρετὸς καυσώδης· πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρὴ, καὶ ἡ γλῶσσα τρηχείη καὶ μέλαινα καὶ χλωρὴ καὶ ξηρὴ καὶ ἐξέρυθρος ἰσχυρῶς, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ, καὶ ἀποπατέει ἐρυθρὸν καὶ χλωρὸν, καὶ οὐρέει τοιοῦτο, καὶ πτύει πολλόν· πολλάκις δὲ καὶ μεθίσταται ὡς ἐπὶ περιπλευμονίην, καὶ παρακόπτει· τούτῳ ἂν γνοίης ὅτι περιπλευμονίη γίνεται. Οὗτος ἢν μὲν γένηται περιπλευμονικὸς, ἢν τεσσαρεσκαίδεκα ἡμέρας ὑπερφύγῃ, ὑγιὴς γίνεται· ἢν δὲ γένηται ἐν ὀκτωκαίδεκα ἡμέρῃσιν, ἢν μὲν ἀκάθαρτος γενόμενος ἔμπυος γένηται, τοῦτον χρὴ πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν ὄξος ὡς εὐωδέστατον λευκὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης δὶς τῆς ἡμέρης, ἢν δὲ ἀσθενὴς ᾖ, τρὶς, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα, λευκὸν, ὑδαρέα, καὶ λούειν ὡς ἐλάχιστα· ἢν δὲ ἔμπυος γένηται, διαιτᾷν ὡς ἔμπυον.