Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.66
Not analysed yet
66. Ἑτέρη νοῦσος ἡ λεγομένη αὐαντή· οὐκ ἀνέχεται ἄσιτος οὐδὲ βεβρωκὼς, ἀλλ’ ὅταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ καρδιώσσει, καὶ ἐμέει ἄλλοτε ἀλλοῖα, καὶ χολὴν καὶ σίαλα καὶ λάπην καὶ δριμὺ, καὶ ἐπὴν ἐμέσῃ, ῥᾴων δοκέει εἶναι ἐπ’ ὀλίγον· ἐπὴν δὲ φάγῃ, ἐρύγματά οἱ γίνεται, καὶ φλογιᾷ, καὶ ἀποπατήσειν αἰεὶ οἴεται πουλύ· ἐπὴν δὲ καθίζηται, φῦσα ὑποχωρέει· καὶ τὴν κεφαλὴν ὀδύνη ἔχει, καὶ τὸ σῶμα πᾶν ὥσπερ ῥαφὶς κεντέειν δοκέει ἄλλοτε ἄλλῃ, καὶ τὰ σκέλεα βαρέα καὶ ἀσθενέα, καὶ μινύθει καὶ ἀσθενὴς γίνεται. Τοῦτον φάρμακον πιπίσκειν, πρῶτον μὲν κάτω, ἔπειτα δὲ ἄνω, καὶ τὴν κεφαλὴν καθαίρειν· καὶ σιτίων ἀπέχεσθαι γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων καὶ θωρηξίων· ἐμέειν δὲ τοῖσι χυλοῖσι καὶ ἀπὸ σιτίων, καὶ τὴν ὥρην ὄνου γάλα ἢ ὀῤῥὸν πιπίσκων, φάρμακον προσπῖσαι, ὁκοτέρου ἄν σοι δοκέῃ μᾶλλον δεῖσθαι· ψυχρολουτέειν δὲ τὸ θέρος καὶ τὸ ἔαρ, τὸ φθινόπωρον δὲ καὶ τὸν χειμῶνα ἀλείμματι χρῆσθαι, καὶ περιπατέειν, καὶ γυμνάζεσθαι ὀλίγα· ἢν δὲ ἀσθενέστερος ᾖ ἢ ὥστε γυμνάζεσθαι, ὁδοιπορίῃ χρῆσθαι· καὶ σιτίοισι ψυχροῖσι καὶ διαχωρητικοῖσι χρήσθω· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύζειν κλύσματι μαλθακῷ. Ἡ δὲ νοῦσος χρονίη καὶ ἀπογηράσκοντας, ἢν μέλλῃ, ἀπολείπει· ἢν δὲ μὴ, συναποθνήσκει.