Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.65
Not analysed yet
65. Νοῦσος ἡ καλουμένη λήθαργος· βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύει πουλὺ καὶ ὑγρὸν, καὶ φλυηρέει, καὶ ὅταν παύσηται φλυηρέων, εὕδει, καὶ ἀποπατέει κάκοδμον. Τοῦτον πιπίσκειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπιπίσκειν οἶνον λευκὸν οἰνώδεα, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης· ξυμμίσγειν δὲ σίδης χυλὸν· καὶ οἶνον ἐπιπίνειν οἰνώδεα λευκὸν, καὶ μὴ λούειν. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὑγιὴς γίνεται.