Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.7
Not analysed yet
7. Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἐκ τοῦ ὀστέου, χρόνῳ δὲ ἀφίσταται τὸ δέρμα ἀπὸ τῆς κεφαλῆς ἄλλῃ καὶ ἄλλῃ. Οὗτος δὲ ταῦτα πάσχει, ὅταν ἐν τῇ διπλόῃ τοῦ ὀστέου ὑπογενόμενον φλέγμα ἐναποξηρανθῇ· ταύτῃ γὰρ ἀραιὸν γίνεται, καὶ ἐκλείπει ἐξ αὐτέου ἡ ἰκμὰς πᾶσα, καὶ ἅτε ξηροῦ ἐόντος ἀφίσταται τὸ δέρμα ἀπ’ αὐτοῦ. Αὕτη ἡ νοῦσος οὐ θανάσιμός ἐστιν.