Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.8
Not analysed yet
8. Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τῆς κεφαλῆς τὸ πρόσθεν, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁμαλῶς ὁρᾷ, καὶ κομαίνει, καὶ αἱ φλέβες σφύζουσι, καὶ πυρετὸς ἴσχει βληχρὸς, καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ταῦτα πάσχει, ὅταν αἱ ἐν τῇ κεφαλῇ φλέβες θερμανθῶσιν καὶ θερμανθεῖσαι εἰρύσωσι φλέγμα ἐς ἑωυτάς. Ἡ μὲν οὖν ἀρχὴ τῆς νούσου ἐκ τούτου γίνεται· τὸ δὲ ἔμπροσθεν τῆς κεφαλῆς διὰ τόδε ἀλγέει, ὅτι αἱ φλέβες ταύτῃ εἰσὶν αἱ παχύταται, καὶ ὁ ἐγκέφαλος ἐς τὸ πρόσω μᾶλλον κεῖται τῆς κεφαλῆς ἢ ἐς τοὔπισθεν· καὶ τοῖσιν ὀφθαλμοῖσι διὰ τοῦτο οὐχ ὁρᾷ προκειμένου τοῦ ἐγκεφάλου καὶ φλεγμαίνοντος. Τὸ δὲ σῶμα διὰ τόδε ἀκρασίαι ἴσχουσιν· αἱ φλέβες ἐπὴν ἐς ἑωυτὰς ἐρύσωσι φλέγμα, ἀνάγκη ὑπὸ ψυχρότητος τοῦ φλέγματος τὸ αἷμα ἑστάναι μᾶλλον νῦν ἢ ἐν τῷ πρὶν χρόνῳ καὶ ἐψῦχθαι· μὴ κινεομένου δὲ τοῦ αἵματος, οὐχ οἷόν τε μὴ οὐχὶ καὶ τὸ σῶμα ἀτρεμίζειν καὶ κεκωφῶσθαι. Καὶ ἢν μὲν τὸ αἷμα καὶ τὸ ἄλλο σῶμα κρατήσῃ ὥστε διαθερμανθῆναι, διαφεύγει· ἢν δὲ τὸ φλέγμα κρατήσῃ, ἐπιψύχεται μᾶλλον τὸ αἷμα καὶ πήγνυται· καὶ ἢν ἐς τοῦτο ἐπιδιδῷ ψυχόμενον καὶ πηγνύμενον, πήγνυται παντελῶς καὶ ἐκψύχεται ὥνθρωπος καὶ ἀποθνήσκει.