Ancient Greek · ~5 min
Book 3
Hippocrates, De morbis i-iii 3.6
Not analysed yet
6. Καυσώδης· ἡ δὲ καυσώδης λεγομένη, δίψα τε ἔχει πολλὴ, καὶ ἡ γλῶσσα πέφρικε, τὸ δὲ χρῶμα αὐτῆς τὸν μὲν πρῶτον χρόνον οἷόν περ εἴωθε, ξηρὴ δὲ σφόδρα· προϊόντος δὲ τοῦ χρόνου σκληρύνεται καὶ τρηχύνεται καὶ παχύνεται καὶ ἐπιμελαίνεται. Ἢν μὲν ἐν ἀρχῇ ταῦτα πάθῃ, θάσσους αἱ κρίσιες γίνονται· ἢν δὲ ὕστερον, χρονιώτεραι· τῆς δὲ ἀφέσιος ταῦτα πάντα ἡ γλῶσσα σημαίνει ἅπερ ἐν τῇ περιπλευμονίῃ· καὶ τὰ οὖρα, χολώδεα μὲν ἢ αἱματώδεα ἐόντα, ἐπίπονα· ξανθὰ δὲ, ἀπονώτερα· καὶ τὸ πτύσμα ὑπὸ θερμασίης καὶ ξηρασίης ξυγκεκαυμένον καὶ παχύ ἐστι· πολλάκις δὲ καὶ ἐς τὴν περιπλευμονίην μεθίσταται, καὶ ἢν μεταστῇ, τάχα ἀποθνήσκει. Τοῦτον δὲ ὧδε χρὴ θεραπεύειν· λούειν θερμῷ δὶς ἢ τρὶς τῆς ἡμέρης ἑκάστης πλὴν τῆς κεφαλῆς, καὶ ἐν τῇσι κρίσεσιν οὐ χρὴ λούειν, καὶ τὰς μὲν πρώτας τῶν ἡμερέων ὑποκαθαίρειν καὶ ὑδροποτέειν· καὶ γὰρ ἔμετον ἄγει τὸ ὕδωρ ὡς ἐπιτοπολύ· τὰς δὲ ὑστέρας μετὰ τὴν κάθαρσιν ὑγραίνειν, καὶ ῥοφήμασι χρῆσθαι καὶ οἴνοισι γλυκέσιν. Ἢν δὲ μὴ ἐξ ἀρχῆς παραλάβῃς, ἀλλὰ ἤδη τῶν ἐν τῇ γλώσσῃ σημηΐων ἐνεόντων, ἐᾷν χρὴ ἕως ἂν αἱ κρίσιες παρέλθωσι καὶ τὰ τῆς γλώσσης σημήϊα ἠπιώτερα γένηται, καὶ μήτε φάρμακον δῷς μήτε κλύσῃς ἐς κάθαρσιν, πρὶν αἱ κρίσιες παρέλθωσιν.