Ancient Greek · ~6 min
Book 3
Hippocrates, De morbis i-iii 3.7
Not analysed yet
7. Ὁ πλεύμων οἰδέων ὑπὸ τῆς θερμασίης· ὁκόταν ὁ πλεύμων οἰδήσῃ ὑπὸ θερμασίης πλησθεὶς, βὴξ ἴσχει ἰσχυρὴ καὶ σκληρὴ, καὶ ὀρθοπνοίη, καὶ ἀναπνέει ἀθρόον, καὶ ἀσθμαίνει πυκνὸν, καὶ ἰδίει, καὶ τοὺς μυκτῆρας ἀναπετάννυσιν ὥσπερ ἵππος ἐκ δρόμου, καὶ τὴν γλῶσσαν θαμινὰ ἐκβάλλει, καὶ τὰ στήθεα αὐτῷ ἀείδειν δοκέει καὶ βάρος ἐνεῖναι, διὸ χωρέειν οὐ δύναται τὰ στήθεα, ἀλλὰ διαῤῥήγνυται καὶ ἀδυνατέει· ἥ τε ὀδύνη ὀξέη ἴσχει, καὶ τὸ νῶτον καὶ τὰ στήθεα καὶ τὰς πλευρὰς ὡς βελόναι κεντέουσι, καὶ καίεται ταῦτα ὡς πρὸς πῦρ καθήμενος, καὶ ἐρυθήματα ἐκφύει ἐς τὸ στῆθος καὶ τὸ νῶτον ὡς φλογοειδέα, καὶ δηγμὸς ἰσχυρὸς ἐμπίπτει, καὶ ἀπορέει, ὥστε οὔτε ἑστάναι οὔτε καθῆσθαι οὔτε κατακεῖσθαι οἷός τέ ἐστιν, ἀλλ’ ὧδε ἀπορέων βληστρίζει ἑωυτὸν, καὶ δοκέει ἤδη ἀποθανεῖσθαι· ἀποθνήσκει δὲ μάλιστα τεταρταῖος ἢ ἑβδομαῖος· ἢν δὲ ταύτας διαφύγῃ, οὐ μάλα ἀποθνήσκει. Τοῦτον ἢν θεραπεύῃς, χρὴ τὴν κάτω κοιλίην ὡς τάχιστα καθῆραι κλύσμασι καλῶς, καὶ ἀπὸ τῶν ἀγκώνων καὶ τῆς ῥινὸς καὶ τῆς γλώσσης καὶ πάντοθεν τοῦ σώματος αἷμα ἀφιέναι, καὶ πόματα διδόναι ψυκτικὰ καὶ ῥοφήματα τὰ αὐτὰ δυνάμενα, καὶ τῶν οὐρητικῶν, μὴ θερμαινόντων δὲ, πολλάκις διδόναι· καὶ πρὸς μὲν τὰς ὀδύνας αὐτὰς, ὁκόταν καταιγίζωσι, χλιάσματα κοῦφα καὶ ὑγρὰ χρὴ προσφέροντα χλιαίνειν καὶ ὑγραίνειν τὸν τόπον οὗ ἂν ᾖ ἡ ὀδύνη, πρὸς δὲ τὰ ἄλλα ψυκτήρια προσίσχειν τὰ μὲν ἀφαιρέοντα, τὰ δὲ προστιθέντα, καὶ ὅκου ἂν κατακαίηται, ψῦχος ποιέειν, ἀοινέειν δὲ τὸ πάμπαν.