Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.103
Not analysed yet
103. Ἔμπλαστρον· μίσυ κατακαύσας, τρῖβε ἐν ἴγδῃ· ξυμμίσγειν δὲ αὐτῷ σποδὸν χρυσῖτιν πεπλυμένην· ἔστω δὲ τῆς σποδοῦ τρία, τοῦ μίσυος ἕν· τὸ μίσυ κατάκαιε ἐς μᾶζαν, φυλασσόμενος ὅκως μὴ ἐκρυῇ· ὀπτώμενον γὰρ ἐξυγραίνεται· ὅταν δὲ καλῶς ὀπτὸν ᾖ, φοινίκεον γίνεται. Ἔμπλαστρον· ψιμύθιον τὸν αὐτὸν τρόπον μισγόμενον τῷ μίσυῖ ὠπτημένῳ, ὥσπερ ἐν τῇ χρυσίτιδι σποδῶ τὸ μίσυ γίνεται. Ἕτερον ἔμπλαστρον ἰσχυρότερον τούτου· σποδὸς κυπρίη ἐκ τοῦ ἀυβόλου πεπλυμένη, καὶ ψιμύθιον, καὶ μίσυ ὀπτόν· εἶναι δὲ δύο μοίρια τῆς σποδοῦ καὶ τοῦ ψιμυθίου, ἓν τοῦ μίσυος.