Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.104
Not analysed yet
104. Ὑγρὸν ἀνεμώνης, τὰ φύλλα κόψαντα, ἐκπιέσαι, καὶ ἐς τὸν ἥλιον θεῖναι ἐν χαλκῷ ἐρυθρῷ κατακαλύψαντα, ὅκως μηδὲν ἐμπεσεῖται· ὅταν δὲ παχὺ ᾖ, διαπλάσσειν φθόεις, εἶτα ξηραίνειν· ὅταν δὲ ξηρανθῇ, κατακαίειν ὡς δυνατὸν μάλιστα· εἶτα ἐπειδὰν ψυχθῇ, τρίβειν λεῖα, καὶ μίσγειν σποδὸν πεπλυμένην τὴν ἐκ τοῦ ἀσβόλου ἴσην πρὸς ἴσον, εἶτα παραστάζων νέτωπον σμικρὸν τρίβειν, εἶτα μέλιτι διιέναι· εἶτα ξηρήνας, ἐς χαλκῆν κιστίδα [ἐμβαλὼν,] τουτέῳ χρῶ. Ξηρὸν μαλακόν· σποδὸς κυπρίη, χαλκῖτις ἄπλυτος, λεῖα τετριμμένη, καὶ ἄνθος χαλκοῦ, ταῦτα ἴσα μίσγειν καὶ τρίβειν λεῖα. Ἕτερον ξηρόν· σποδὸς κυπρίη, χαλκῖτις λεῖα τετριμμένη, καὶ σποδὸς χρυσῖτις ἄπλυτος, ἐν ᾗ ἀφέψεται τὸ χρυσίον, ἴσα ἀλλήλοις λεῖα τρίβειν. Ἕτερον ξηρόν· σποδὸς πεπλυμένη, χρυσῖτις καὶ ἀφρὸς χαλκοῦ ἴσα λεῖα. Ἕτερον· ὀμφακὸς χυλὸς, καὶ σποδὸς κυπρίη· τὴν ὄμφακα ἀκμάζουσαν χρὴ ἐκπιέσαι τὸν χυλὸν δι’ ὀθονίου ἐς χαλκὸν ἐρυθρὸν, καὶ μῖξαι ὄξεος τρίτον μέρος λευκοῦ ὡς ὀξυτάτου, καὶ οὕτω καθεψεῖν ἐν τῷ ἡλίῳ, καὶ ἀναταράσσειν πεντάκις τῆς ἡμέρης· ὅταν δὲ παχὺς γένηται ὁ χυλὸς, σποδὸν τῆς κυπρίης τῆς χαλκίτιδος λείην ἐμβαλεῖν καὶ ἀναμῖξαι, ἐμβάλλειν δὲ τὴν σποδὸν, ὅταν ἑκταῖος ἢ ἑβδομαῖος ὁ χυλὸς ἐν τῷ ἡλίῳ κείμενος ᾖ, ἐς κοτύλην ἀττικὴν τοῦ χυλοῦ τῆς σποδοῦ δραχμὰς ὀκτώ· ἐὰν δὲ βούλῃ δριμύτερον εἶναι, ἐλάσσω τὴν σποδόν· ἐὰν δὲ μαλθακώτερον, πλέω· μετὰ δὲ ταῦτα ξηραίνειν, ἄχρις οὗ δυνατὸν διαπλάσαι φθόεις· εἶτα ἐγξηραίνειν, κρεμάσας ἄνω ὑπὲρ καπνοῦ, καὶ οὕτω ξηραίνειν μέχρις οὗ ὀστρακῶδες γένηται, ὥστε τριβόμενον μὴ ξυστρέφεσθαι, εἶθ’ οὕτως χρῶ· κείσθω δὲ ὅκου ἰκμάδα μὴ ἕξει. Ἕτερον ξηρόν· σποδὸς, χαλκῖτις ὄξει πεφυρμένη λευκῷ, εἶτα φθόεις ποιήσας ξηρῆναι· ὅταν δὲ ξηρανθῇ, λεῖον τρίβειν.