Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.105
Not analysed yet
105. Ὑπαλείφειν ὀφθαλμόν· μέλι ὡς κάλλιστον καὶ οἶνον παλαιὸν γλυκὺν ἑψεῖν ὁμοῦ. Πρὸς ἄργεμον· αἰγείρου δάκρυον, γάλα γυναικεῖον μίξας χρῶ. Ἐὰν ὀφθαλμὸς δακρύῃ καὶ ὀδύνη ἔχῃ· ῥοιῆς γλυκείης τὸν χυλὸν ἐκπιέσας, ἐν χαλκείῳ ἑψεῖν ἐν πυρὶ μαλθακῷ, μέχρι οὗ παχὺ γίνηται καὶ μέλαν ὥσπερ πίσσα· ἐὰν δὲ θέρος ᾖ, ἐς τὸν ἥλιον τιθέναι· εἶτα ὑγρῷ ὑπαλείφειν. Ἐὰν δὲ δακρύῃ καὶ γλαμυρὸς ᾖ ὁ ὀφθαλμὸς, ὅταν ἡ σταφυλὴ ἡ λευκὴ πέπειρος ἰσχυρῶς καὶ ἰσχνὴ ἐπὶ τῇ ἀμπέλῳ ᾖ, ἐπιδρέψας ἐξηθῆσαι, εἶτα ξηραίνειν ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν ᾖ, ἀποξέσαι, μῖξαι δὲ ἴου ἡμιωβόλιον ἀττικῷ σταθμῷ· εἶτα τούτῳ ὑπαλείφειν. Παράπαστον· μόλιβος κεκαυμένος καὶ σποδὸς ἴσα, σμύρνης δέκατον μέρος, ὀποῦ μήκωνος σμικρὸν, οἶνος παλαιός· ξηρὰ τρίψας χρῶ. Σκίλλα, καὶ σποδοῦ τρίτον μέρος, καὶ ψιμυθίου, τρίτον μέρος χάρτου κεκαυμένου, μέρος δέκατον σμύρνης.