Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.109
Not analysed yet
109. Κλυσμὸς φλέγμα ἄγων· θαψίης πόσιν, ἢ ἀσταφίδος ὅσον τεσσαράκοντα κόκκους, ἢ κνιδίου πόσιν, ἢ κνήστρου· μίσγειν δὲ μέλιτος ἡμικοτύλιον, ἐλαίου ἴσον, διιέναι θαλάσσῃ, πίτυρα ἐναφεψήσας ἢ πτισάνην, μέχρις οὗ λιπαρὰ γένηται, ἢ στέατος, ἢ τεύτλου χυλῷ μούνῳ, ἢ γάλακτι ἑφθῷ, ἢ ἀκτῆς χυλῷ, ἢ λινοζώστιος χυλῷ· παραμίσγειν δὲ νίτρου ὅσον δέκα δραχμὰς, ἢ ἁλὸς τρυβλίον, πλὴν ἐς θάλασσαν. Ἢν δὲ θέλῃς χολὴν ἄγειν· ὀποῦ πόσιν, ἐλατηρίου ὁλκὴν καὶ ἥμισυ, κολοκυνθίδος τρῖψαι δραχμὴν σταθμόν· διιέναι τοῖς αὐτοῖς οἷς καὶ πρότερον. Ἢν δὲ σφοδρότερον θέλῃς ἄγειν, σικύης ἐντεριώνην, ριώνην, τέσσαρας δραχμὰς ἀποβρέξας ἐν ὕδατος ἡμικοτυλίῳ, τουτέῳ κλύσαι, καὶ ἐὰν ἐξελθὼν δάκνῃ, μετακλύσαι πτισάνης χυλῷ. Ἕτερον· ἐν γάλακτι ἑφθῷ ὀνείῳ, ἢ ἐν τεύτλου χυλῷ τρισὶ κοτύλαις ἀποβρέχειν τὴν ἐντεριώνην, παραμίσγειν δὲ ἅλας καὶ μέλι καὶ ἔλαιον, μετακλύζειν δὲ πτισάνης χυλῷ. Ἕτερον· κολοκυνθίδος δραχμὴν τρίψας καὶ προβρέξας ἐν γάλακτι ὀνείῳ, μίσγειν τὰ αὐτά. Ἕτερον· ἐντεριώνης δραχμὴν, ἐλατηρίου πόσιν, σολόμης ὅσον τοῖσι τρισὶ δακτύλοις, μέλι, ἔλαιον, διιέναι θαλάσσῃ. Ἣν δὲ κόπριον θέλῃς ἀγαγεῖν, μηδὲν πίνειν φάρμακον, τοῖσι δὲ ἄλλοισι χρῶ. Δυσεντερίης κλυσμός· ἐν οἴνῳ σίδια ῥοιῆς γλυκείης ἑψῆσαι ὡς πλεῖστα, ἑψεῖν δὲ μέχρις οὗ τὸ ἥμισυ λειφθῇ, μίσγειν δὲ μέλι, ἔλαιον, τεταρτημόριον κοτύλης ἑκατέρου. Τεινεσμοῦ· λιβανωτοῦ τέσσαρας δραχμὰς, μύρου ῥοδίνου ἡμικοτύλιον, πτισάνης χυλὸς, θάλασσα ἑφθή. Ἐλλεβόρου δύο πόσιας τρίψας, ὕδατος διεὶς ἡμικοτυλίῳ, ελαίου ἴσον κλύζειν. Χυλὸν ἐγχέας ἐς σκαφίδα, μῆλα κυδώνια κατατάμνειν, καὶ έᾷν ἐκβρέχεσθαι· ἐπειδὰν δὲ τὸ ὕδωρ τὴν ὀσμὴν ἔχῃ, διδόναι πίνειν. Πτισάνης λέκιθον ἐμβαλὼν ἐς χοέα ὕδατος, ἕψε μέχρι λιπαρὸς γένηται, ψύξας δὲ, τὰ μῆλα κατατάμνειν, κηρίον δὲ καταβρέξαι ἐν ὕδατι καὶ ἅμα τρίβειν, ἔστ’ ἂν ὑπόγλυκυ ᾖ, καὶ διηθήσας, ἐμβάλλειν σελίνου φύλλα. Ἕτερον· ἀσταφίδα λευκὴν ἐς ὕδωρ ἐμβαλὼν, καλαμίνθην ἢ κορίον ἀνατρίβειν ἐς ὕδωρ ὑπόγλυκυ.