Ancient Greek · ~14 min
Book 2
Hippocrates, De muliebribus 2.ΓΥΝΑΙΚΕΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ..1
Not analysed yet
110. Ῥόος λευκὸς ἐν τῇσι γεραιτέρῃσι τῶν γυναικῶν μᾶλλον γίνεται ἢ ἐν τῇσι νεωτέρῃσι· ῥόος πυῤῥὸς ἐν ἀμφοτέρῃσι· ῥόος ἐρυθρὸς ἐν τῇσι νεωτέρῃσιν. Καὶ ῥόος ἐρυθρὸς μὲν γίνεται ἐκ πυρετοῦ, μᾶλλον δὲ ἐκ τρωσμοῦ· γίνεται δὲ καὶ ἐξ ἀπολήψιος ἐπιμηνίων, ὅταν ἀποκλεισθέντα ἐξαπίνης καταῤῥαγῇ· γίνεται δὲ καὶ ἐκ τόκων. Αἷμα ῥέει πάμπολυ, καὶ θρόμβοι ἐκπίπτουσι, καὶ ὀδύνη γίνεται τῶν κληΐδων καὶ τῶν τενόντων, καὶ νάρκη τοῦ σώματος ἀπόψυξίς τε τῶν σκελέων· ἐνίοτε δὲ καὶ ἤρεισε τοὺς ὀδόντας, ἢν πλέον ᾖ τὸ αἷμα τὸ ἀπιὸν, καὶ ἄναυδοι γίνονται, καὶ ἱδρὼς καταχεῖται πουλύς· πρὸς δὲ τούτοις καρδιωγμοί τε γίνονται, καὶ περιψύξιες, καὶ πυρετοὶ ἀκρητόχολοι καὶ ἀλυσμώδεες, καὶ τῆς αὐτῆς ἡμέρης πολλάκις ῥιγέουσι, καὶ αὖθις ἱδροῦσι, καὶ ἄλλοτε μὲν ἀπὸ τῶν ἄνω χωρίων σπασμοὶ γίνονται σφίσιν, ἄλλοτε δὲ ἀπὸ τῶν κάτω, καὶ ἐς τοὺς βουβῶνας ὀδύναι ὀξεῖαι ἐμπίπτουσι καὶ ἰσχυραὶ, φοιτέουσαι ὥσπερ ὠδῖνες· ἐνίοτε δὲ καὶ στραγγουρίη· καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα πιέζει, καὶ ἡ γλῶσσα τρηχείη, καὶ οἱ δάκτυλοι ξυνέλκονται τῶν ποδῶν οἱ μεγάλοι, καὶ τὰς γαστροκνημίας αἰεὶ τῷ μηρῷ ξυντιταίνεται, καὶ τῆς ὀσφύος περιωδυνίαι, καὶ τῶν χειρέων ἀκρασίη. Ὁκόταν δὲ τοιαῦτα γίνηται, τότε καὶ τέτανοι φιλέουσι γίνεσθαι ἀπὸ τῶν κληΐδων κατὰ τὰς σφαγὰς ἐς τὰς γνάθους καὶ τὴν γλῶσσαν, ἐκ δὲ τῶν τοιουτέων ὀλίγῳ ὕστερον ὄπισθεν ἀπὸ τῶν τενόντων κατὰ τὴν ῥάχιν, καὶ ὧδε ἀπόλλυνται κατὰ βίην. Προλέγειν οὖν δεῖ ἀρχομένων τῶν ῥόων, διαιτῇν δὲ τόνδε τὸν τρόπον· πρωῒ μὲν διδόναι πρὸς τοὺς ῥόους φάρμακον πίνειν, ὧν ἂν ἐγὼ γράψω, σὗ ἂν δοκέῃ δεῖσθαι μάλιστα, διδόναι δὲ καὶ τρὶς καὶ τετράκις· καὶ ἢν πουλὺ ἀπίῃ τὸ αἷμα, διαιτῇν οὖν, ἢν μὲν ἀπύρετοι ἔωσι, σιτίοισιν· ἢν δὲ πυρεταίνωσι, ῥοφήμασιν. Ἔστι δὲ τῶν μὲν ῥοφημάτων τάδε ἐπιτηδειότατα· ἔλυμος, φακῆ, ἄλητον ἑφθὸν σητάνιον, χόνδρος κάθεφθος ῥοφητὸς, ζειὰ κάθεφθος· τῶν δὲ πομάτων, πάλη ἀλφίτου ἐφ’ ὕδατι. καὶ τὰ κνήσματα τὰ ἀπὸ τῶν ἄρτων κεκομμένα, καὶ ἄλφιτα προκώνια λεπτὰ βεβρεγμένα ἐν ὕδατι, ἐλλείχειν ἄναλτα· τῶν δὲ σιτίων, ἄρτος ἔξοπτος ἐν σποδιῇ· ὄψον δὲ λαγωοῦ κρέας, πελιάδος, φάσσης, καὶ ἑφθὰ καὶ ὀπτὰ, ἐρίφου κρέας ὀπτὸν, μηδενὶ περιπεποιημένον, ἐς ὄξος ἐμβάπτων, ἧπαρ ἐν σποδιῇ ὀπτὸν αἰγὸς ἢ βοὸς, ὠῶν ὀπτῶν λέκιθοι, τυρὸς ἄναλτος· λαχάνων δὲ μηδέ τινος γεύεσθαι, μήτε ἑφθῶν μήτε ὠμῶν, καὶ λουτρῶν ἀπέχεσθαι, καὶ ἐπιδέειν τὼ χέρε εἰρίῳ ῥερυπωμένῳ στρέψαντα καὶ παχετὸν ποιήσαντα ὑπὲρ τῶν ἀγκώνων καὶ τῶν ἰγνύων ὑπὲρ τῶν γουνάτων, καὶ σικύας ἀείρειν ἐπάρας μαζοὺς ὑπ’ αὐτέους, ἄλλοτε μὲν ἐς τὰ δεξιὰ, ἄλλοτε δὲ ἐς τὰ λαιά· ἢν δὲ δύσπνοια γένηται πρὸς τὴν πρόσβλησιν τῆς σικύης, ἀφαιρέειν τὴν σικύην· αἷμα δὲ μὴ ἀπάγειν προσθέτοισι δὲ χρῆσθαι, οἷσιν ἂν ἐγὼ γράψω τῶν στασίμων τοῦ αἵματος προσθετὰ ποιέοντα τῇσι τοιαύτῃσιν. Ἢν μὲν περιγένηται ἐκ τῶν ῥόων, ἀπιόντος πολλοῦ αἵματος, τό τε χρῶμα ἀφυῶδες, καὶ τὸ πρόσωπον μετάρσιον, καὶ ἐν τοῖσιν ὑποφθαλμίοισιν οἰδήματα, καὶ τὰ σκέλεα ἐπηρμένα, καὶ ἡ ὑστέρη ὑγρὴ, καὶ αἰεὶ ἀνεστόμωται παρὰ λόγον, καὶ τὰ ἀπιόντα ὑδαρέα, οἷον ἀπὸ κρεῶν ὠμῶν χυμός. Τῇσι τοιαύτῃσι χρὴ, ὅταν ἰσχύῃ, καὶ ἐμέτους ποιέειν νήστιας, καὶ μετὰ τοὺς ἐμέτους ἄριστον διδόναι. Ταύτῃσι ξυμφέρει ὀλιγοποσίη, οἶνος μέλας ἀκρητέστερος, ἀλουσίη, ψυχρολουσίη, περίπατοι, μονοσιτίη, πᾶσα ξηρασίη. Ἢν δὲ πρὸς ταῦτα μὴ καθιστέωνται μηδὲ ξυμπίπτωσιν αἱ ὑστέραι, μηδὲ τῶν ῥευμάτων ἀπαλλάσσωνται, ἀποσκεπτόμενον χρὴ ἐς τὴν δύναμιν τοῦ σώματος, ἢν ᾖ δυνατὴ, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὴν κεφαλὴν καθαίρειν· καθήραντα δὲ τὰ λοιπὰ διαίτῃ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὅνπερ τὰς ἀτέκνους.