Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.24
Not analysed yet
24. Ἔχει δὲ καὶ τόδε οὕτως· ἐπὴν ἀποκαθαρθέσιν αἱ γυναῖκες, μάλιστα ἐν γαστρὶ λαμβάνουσιν ἱμερωθεῖσαι, καὶ ὁ γόνος σφίρι ῥώννυται, ἢν μιγέωσιν ὅτε χρὴ, καὶ ὁ τοῦ ἀνδρὸς ῥηϊδίως μίσγεται, καὶ ἢν ἐπικρατήσῃ, τῷδε ἠδέλφισται· τότε γάρ μάλιστα τὸ στόμα τῶν μητρέων κέχηνε, καὶ τετανόν ἐστι μετὰ τὰς καθάρσιας, καὶ αἱ φλέβες τὴν γονὴν σπῶσιν· ἐν δὲ τῷ πρὶν χρόνῳ τό τε στόμα τῶν μητρέων μέμυκε μᾶλλον, καὶ αἱ φλέβες πλέαι αἵματος ἐοῦσαι οὐχ ὁμοίως σπῶσι τὴν γονήν. Ἢν δὲ ὁ γόνος ἀποῤῥέῃ διιπετὴς, καὶ μὴ λήγῃ, οὖ μίσγεται ἀσπασίως τῷ ἀνδρὶ, οὐδὲ κυΐσκεται, καὶ ἰξύες ἐπώδυνοι, καὶ πῦρ ἔχει βληχρὸν, καὶ ἀδυναμίη, καὶ ἀψυχίη· καὶ ἔστιν ὅτε αἱ ὑστέραι ἐν τῇ σφέων αὐτέων μὴ εἰσὶν ἕδρῃ. Ἢν μὲν οὖν ὑπὸ πλησμονῆς ἴῃ, ἐᾷν ἄριστον· ἢν δὲ ἡ ὑστέρη χαλάσῃ, δίαιτα χόνδρος, κρέας ὕειον ἢ φάσσης, οἶνος μέλας, ποτήματα ὅσα πρὸς ῥόον γεγράψεται.