Ancient Greek · ~12 min
Book 1
Hippocrates, De muliebribus 1.25.1
Not analysed yet
25. Νῦν δὲ ἐρέω ἀμφὶ νουσημάτων τῶν ἐν γαστρὶ ἐχουσέων. Φημὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ δίμηνον ἢ τρίμηνον καὶ περαιτέρω, ἢν τὰ ἐπιμήνια χωρέῃ αὐτῇ κατὰ μῆνα ἕκαστον, ἀνάγκη λεπτήν τέ μιν γενέσθαι καὶ ἀσθενέα· ἔστι δ’ ὅτε καὶ πῦρ ἐπιλαμβάνει τὰς ἡμέρας ἕως ἂν χωρέῃ τὰ ἐπιμήνια, καὶ ἐπὴν χωρέῃ· καὶ μετὰ τὴν χώρησιν χλωρὴ γίνεται, χωρέει δὲ ὀλίγα. Ταύτῃσι κεχήνασιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασί τε τῆς αὔξης τοῦ ἐμβρύου· κατέρχεται γὰρ, ἐπὴν ἐν γαστρὶ ἔχῃ ἡ γυνὴ, ἀπὸ παντὸς τοῦ σώματος αἷμα ἐπὶ τὰς μήτρας κατ’ ὀλίγον, καὶ περιιστάμενον κύκλῳ περὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν αὔξει κεῖνο· ἢν δὲ χάνωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασι τοῦ αἵματος κατὰ μῆνα, ὥσπερ εἴωθε χωρέειν, καὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν λεπτόν τε καὶ ἀσθενὲς γίνεται. Μελεδαινομένης δὲ τῆς γυναικὸς, ἄμεινόν τε τὸ ἔμβρυον, καὶ αὐτὴ ἡ γυνὴ ὑγιαίνει· ἢν δὲ μὴ μελεδαίνηται, φθείρεται τὸ ἔμβρυον, κινδυνεύει δὲ καὶ αὐτὴ τὸ νούσημα χρόνιον ἔχειν, ἤν οἱ ἡ κάθαρσις πλεῖον τοῦ δέοντος χωρέῃ μετὰ τὴν διαφθορὴν, οἷα τῶν μητρέων μᾶλλον ἐστομωμένων. Καὶ κίνδυνος ἔσται, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἡ κεφαλὴ φλεγματώδης ᾖ, καὶ καταβαίνῃ τὸ φλέγμα δριμὺ ἐς τὴν κοιλίην, καὶ καταῤῥήσῃ ἀπὸ τῆς κεφαλῆς τὴν κοιλίην, καὶ πὺρ ἐπιλαμβάνει αὐτὴν βληχρὸν, καὶ παλμοὶ ἔστιν ᾗσιν ἀσθενέες, ὑπεκλυόμενοι, ἐπαναδιδόντες, ὀξέες· ἢν δὲ καὶ ἀσιτίη ἔχῃ καὶ ὠδυναμίη, κίνδυνος ἐν τάχει φθαρῆναι τὸ ἔμβρυον, καὶ αὐτὴ ἐν κινδύνῳ ἔσται ἀπενεχθῆναι, ἢν μὴ μελεδαίνηται, ἐπὴν ἀποφύγῃ, ἅτε τῆς κοιλίης εὐρόου ἐούσης, ἀλλ’ αὐτίκα δεῖ καταλαμβάνειν. Πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ κίνδυνοι, ἐν οἷσι τὰ ἔμβρυα φθείρονται· καὶ γὰρ ἢν ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νοσήσῃ καὶ ἀσθενὴς ᾖ, καὶ ἄχθος βίῃ ἀείρῃ, ἢ πληγῇ, ἢ πηδήσῃ, ἢ ἀσιτίῃσιν ἢ λειποθυμίῃσιν ἔχηται, ἢ πλέονα ἢ ὀλίγην τροφὴν λαμβάνῃ, ἢ διδίσσηται καὶ πτύρηται, ἢ κεκράγῃ ἢ ἀκρατήσῃ· καὶ τροφὴ δὲ αἰτίη φθορῆς καὶ τὸ αἷμα πουλύ. Καὶ αὐταὶ δὲ αἱ μῆτραι ἔχουσι φύσιας ᾗσιν ἐξαμβλέεται, οὖσαι πνευματώδεες, πυκιναὶ, μαναὶ, μεγάλαι, σμικραὶ, καὶ ἀλλὰ ὅσα ἔοικεν. Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα τὴν κοιλίην ἢ τὴν ὀσφὺν πονέῃ, ὀῤῥωδέειν χρὴ τὸ ἔμβρυον ἀμβλῶσαι, ῥαγέντων τῶν ὑμένων, οἳ αὐτὸ περιέχουσιν. Εἰσὶ δὲ αἳ φθείρουσι τὰ ἔμβρυα, ἢν δριμύ τι ἢ πικρὸν φάγωσι παρὰ τὸ ἔθος ἢ πίωσι, νηπίου τοῦ παιδίου ἐόντος· ἢν γὰρ τῷ παιδίῳ παρὰ τὸ ἔθος τι γένηται, καὶ ἢν σμικρὸν ἔτι ᾖ, θνήσκει, καὶ ἢν τοιαῦτα φάγη ἢ πίῃ ἡ γυνὴ, ὥστε οἱ ἰσχυρῶς ταραχθῆναι τὴν κοιλίην, νηπίου ἐόντος τοῦ παιδίου· ἐπαΐουσι γὰρ αἱ· μῆτραι τοῦ ῥεύματος χωρέοντος ἐκ τῆς κοιλίης. Καὶ ἢν ταλαιπωρήσῃ ἡ γυνὴ πλέονα τοῦ καιροῦ καὶ οἱ ἡ κοιλίη ἑρχθῇ ἢ καὶ μεγάλη γένηται, ἀπογίνεται καὶ οὕτω τὸ παιδίον οἷα θερμανθὲν ὑπὸ τῆς ταλαιπωρίης καὶ πιεζεύμενον ὑπὸ τῆς κοιλίης· κάρτα γὰρ τὰ πολλὰ, σμικρὰ ἐόντα, ἔστιν ἄγυια. Τὰ δὲ καὶ μεγάλα φθείρεται παιδία· ὥστε οὐ χρὴ θαυμάζειν τὰς γυναῖκας, ὅτι διαφθείρουσιν ἄκουσαι· φυλακῆς γὰρ καὶ ἐπιστήμης πολλῆς δεῖ ἐς τὸ διενεγκεῖν καὶ ἐκθρέψαι τὸ παιδίον ἐν τῇσι μήτρῃσι, καὶ ἀποφυγεῖν αὐτὸ ἐν τῷ τόκῳ.