Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.32
Not analysed yet
32. Ἢν δὲ πνὶξ προσπέσῃ ἐξαπίνης ἐχούσῃ ἐν γαστρί γίνεται δὲ τοῦτο μάλιστα ἐπὴν ἡ γυνὴ ταλαιπωρήσῃ καὶ ἀσιτήσῃ, θερμανθεισέων τῶν μητρέων ὑπὸ τῆς ταλαιπωρίης καὶ ἐλάσσονος τῆς ἰκμάδος γενομένης τῷ ἐμβρύῳ, ἅτε τῆς μητρὸς κενεωτέρης τὴν κοιλίην τοῦ καιροῦ ἐούσης, ἰθύει τὸ ἔμβρυον πρὸς τὸ ἧπαρ καὶ τὰ ὑποχόνδρια, ἅτε ἰκμαλέα ἐόντα, καὶ πνίγα ποιήσει ἰσχυρὴν ἐξαπίνης. Ἐπιλαμβάνει γὰρ τὸν διάπνοον τὸν ἀμφὶ τὴν κοιλίην, καὶ ἀναυδίη ἴσχει τὴν γυναῖκα, καὶ τὰ λευκὰ ἀναβάλλει τοῖν ὀφθαλμοῖν, καὶ τἄλλα πάσχει πάντα ὅσα περ εἴρηται, ἥν τινα ἔφησα τὰς μήτρας πνίγειν. Καὶ ἅμα ἄρχεταί τε ἡ πνὶξ γίνεσθαι τῇ ἐν γαστρὶ ἐχούσῃ γυναικὶ, καὶ ἀπὸ τῆς κεφαλῆς καταῤῥεῖ φλέγμα ἐς τὰ ὑποχόνδρια, οἷα τοῦ σώματος μὴ δυναμένου τὴν ἀναπνοὴν ἕλκειν. Καὶ ἢν μὲν ἅμα τοῦ φλέγματος τῇ κατελεύσει ἴῃ τὸ ἔμβρυον ἐς χώρην τὴν ἑωυτοῦ, οἷα τὴν ἰκμάδα ἑλκύσαν καὶ κατενεχθὲν ὑπὸ τοῦ φλέγματος, ὑγιὴς γίνεται ἡ γυνή· τρυσμὸς δὲ γίνεται, ἀπιόντος τοῦ ἐμβρύου ἐς χώρην τὴν ἑωυτοῦ, καὶ ἡ γαστὴρ ὑγρὴ γίνεται ὡς ἐπὶ τὸ πλεῖον τῆς γυναικός. Ἢν δὲ μὴ ἴῃ τὸ ἔμβρυον ἐν τάχει ἐς χώρην τὴν ἑωυτοῦ, δύο γίνεται ἤδη τὰ πονέοντα τὸ ἔμβρυον, τὸ φλέγμα τὸ καθελθὸν ἀπὸ τῆς κεφαλῆς, βαρύνει τε γὰρ καὶ ψύχει ἐπιμένον, καὶ ἡ ἀηθείῃ τοῦ χωρίου· καὶ κινδυνεύσει, ἤν γε μή τις ἐν τάχει ἐπιτηδειοτέρως διαιτῴη, ἀποπνιγείη γὰρ ἂν ἡ γυνή. Καὶ τὰ μὲν ἀμφὶ τούτων ὧδε ἔχει.