Ancient Greek · ~3 min
Book 1
Hippocrates, De muliebribus 1.33
Not analysed yet
33. Ἢν δὲ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὁ χρόνος ἤδη τοῦ τόκου παρῇ, καὶ ὠδὶς ἔχῃ, καὶ ἐπὶ πολλὸν χρόνον ἀποφυγεῖν ἡ γυνὴ τοῦ παιδίου μὴ οἵη τε ᾖ, ὡς ἐπίπαν ἔρχεται πλάγιον ἢ ἐπὶ πόδας, χρειὼ δ’ ἐπὶ κεφαλὴν χωρέειν. Ὧδε δὲ γίνεται τὸ πάθημα· ὥσπερ εἴ τις ἐς λήκυθον σμικρόστομον πυρῆνα ἐμβάλοι, οὐκ εὐφυὲς ἐξελεῖν πλαγιεύμενον, οὕτω δὴ καὶ τῇ γυναικὶ χαλεπὸν πάθημα τὸ ἔμβρυον, ἐπειδὰν λοξωθῇ, οὐκ ἔξεισι γάρ. Χαλεπὸν δὲ καὶ ἢν ἐπὶ πόδας χωρήσῃ, καὶ πολλάκις ἢ αἱ μητέρες ἀπώλοντο, ἢ τὰ παιδία, ἢ καὶ ἄμφω. Ἔστι δὲ καὶ τόδε μέγα αἴτιον τοῦ μὴ ῥηϊδίως ἀπιέναι, ἢν νεκρὸν ἢ ἀπόπληκτον ἢ διπλόον ᾖ.