Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.35
Not analysed yet
35. Νῦν δὲ ἐρέω ἀμφὶ λοχείων καὶ τῶν μετὰ τὸν τόκον ἰόντων. Ὅταν γυνὴ ἢ τὰ λοχεῖα μὴ καθαρθῇ, ἢ τὰ ἐπιμήνια μὴ ἴῃ, ἢ καὶ ἡ ὑστέρη σκληρὴ ᾖ, ὀδύνη ἔχει τὴν ὀσφὺν, καὶ τοὺς μὲν κενεῶνας καὶ βουβῶνας καὶ μηροὺς καὶ πόδας ἀλγέει πικρῶς, καὶ ἡ γαστὴρ ἐπαίρεται, καὶ φρῖκαι διὰ τοῦ σώματος διαΐσσουσιν, ἐκ δὲ τῶν τοιουτέων πυρετοὶ γίνονται ὀξέες. Ταύτην τὴν οὕτως ἔχουσαν, ἢν μὲν ἄπυρος ᾖ, διαιτᾷν λουτροῖσι, λιπαίνειν δὲ καὶ τὴν κεφαλὴν ἐλαίῳ ἀνθινῷ· ἑψεῖν δὲ μαλάχην, ἢ ἔλαιον κύπρινον ἐς ὕδωρ ἐγχέειν καὶ ἐγκαθίζεσθαι παρηγορικῶς· ἐν πάσῃσι δὲ τῇσι νούσοισιν, ἐφ’ ὧν πυρίη ἀρήγει, ἄμεινον ὕστερον χρίεσθαι λίπα· ἢν δὲ πῦρ ἔχῃ, λουτρῶν ἀπέχεσθαι· πυριᾷν δὲ καὶ χλιάσμασι τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν θεραπεύειν· διδόναι δὲ πίνειν τῶν φαρμάκων τῶν ὑστερικῶν, παραμίσγοντα ἢ τῆς σηπίης τῶν ὠῶν ἢ τοῦ καστορίου· μετὰ δὲ τοῦτο ῥοφέειν διδόναι ἄλητον ξὺν πηγάνῳ ἑφθὸν ἢ πτισάνης χυλόν.