Ancient Greek · ~11 min
Book 1
Hippocrates, De muliebribus 1.34
Not analysed yet
34. Ἐπὴν ἐν γαστρὶ ἡ γυνὴ ἔχῃ, χλωρὴ γίνεται πᾶσα, ὅτι αὐτέης τοῦ αἵματος αἰεὶ τὸ ἀκραιφνὲς καθ’ ἡμέρην ὑπολείβεται ἐκ τοῦ σώματος, καὶ κατέρχεται ἐπὶ τὸ ἔμβρυον, καὶ αὔξη οἱ γίνεται, καὶ ἐλάσσονος τοῦ αἵματος ἐόντος ἐν τῷ σώματι ἀνάγκη εἶναι χλωρὴν, καὶ ἱμείρεσθαι ἀλλοκότων αἰεὶ βρωμάτων, καὶ ἐπ’ ὀλίγοισιν ἐμετώδεα ἀσᾶται, καὶ ἀσθενεστέρη γίνεται, ὅτι τὸ αἷμα μινύθει. Φημὶ δὲ γυναῖκα, ἢν ἐπίτεξ ᾖ, πνεῦμα πυκνὸν ἀφιέναι, καὶ ἢν ἡ κάθαρσις ἄρχηται, ἡ κοιλίη πλήρης ἐστὶ καὶ θερμὴ πιεζομένη. Μάλιστα δὲ ἀναπνέει πυκινὸν, ἐπὴν τόκου πελάζῃ, καὶ τὴν ὀσφὺν τότε μάλιστα πονέεται· φλᾶται γὰρ καὶ ἡ ὀσφὺς ὑπὸ τοῦ ἐμβρύου· καρδιώσσει δὲ ἐν τῷ μεταξὺ ξύμπαντι χρόνῳ ἄλλοτε καὶ ἄλλοτε, ἅτε τῆς κοιλίης περιστελλομένης ἀμφὶ τὸ ἔμβρυον, μάλιστα δὲ τῆς ὑστέρης. Καὶ ἢν τεκούσῃ ἡ ὑστέρη ἐξανεμωθῇ, ἧπαρ ὂϊος ἢ αἰγὸς ἐς τέφρην κρύψαι, καὶ μετέπειτα ἑψεῖν, καὶ λαμβάνειν, καὶ οἶνον, ἢν μή τι κωλύῃ, πίνειν ζωρότερον παλαιὸν ἐπὶ τέσσαρας ἡμέρας, ἢν ποῤῥωτέρω ᾖ ἀπὸ τῆς τέξιος. Ἢν δὲ τὰς ἰξύας ἀλγέῃ, ἄννησον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ τῷ θερμῷ λουέσθω. Ἢν δ’ ἆσθμα λάζηται, θείου ὅσον κύαμον καὶ καρδαμώμου ἴσον καὶ πηγάνου καὶ κυμίνου αἰθιοπικοῦ, ταῦτα τρίψας καὶ διεὶς οἴνῳ, δίδου πιεῖν νήστει πυκινά· καὶ σιτίων ἀπεχέσθω. Ἢν ἐν τόκῳ κάθαρσις ἴῃ πολλὴ, ἡ ὑστέρη ξυνέλκεται καὶ ἡ κύστις καὶ τὸ ἔντερον, καὶ οὔτε τὸ κόπριον κατέχουσιν οὔτε τὸ οὖρον, προΐενται δέ· ὠὰ οὖν ῥοφεῖν δίδου, καὶ ἄρτον ἐγκρυφίην τρώγειν καὶ ἄσσα λοιπὰ γέγραπται. Ἢν δὲ ᾖ ἐν τόκῳ ξηρὴ καὶ δύσικμος, ἔλαιον πίνειν, καὶ καταιονᾷν τὰ χωρία ἐλαίῳ θερμῷ, μαλάχης ὕδατι, κηρωτῇ τε ὑγρῇ διαχρίειν, καὶ ἔγχυτον χηνὸς ἄλειφα ξὺν ἐλαίῳ. Ἢν δὲ μὴ δύναιτο τίκτειν, ὑποθυμία ῥητίνην ἢ κύμινον ἢ πίτυος φλοιόν· καὶ τούτῳ ὑποθυμία. Ἅσσα δὲ οἰδήματα γίνεται ὑστερικὰ ἐν τόκῳ ἢ ἐκ τόκου, οὐ χρὴ στύφειν, οἷα οἱ ἰητροὶ ποιέουσιν· φάρμακα δὲ τάδε ἄριστα προσφέρειν, κύμινον αἰθιοπικὸν, ὅσον τοῖσι τρισὶ δακτύλοισι, καὶ τοῦ ἀννήσου, καὶ τοῦ σεσέλιος πέντε ἢ ἓξ, γλυκυσίδης χηραμύδος ἥμισυ τῆς ῥίζης, ἢ καὶ τοῦ σπέρματος, ταῦτα ἐν οἴνῳ λευκῷ ἡδυόδμῳ μάλιστα νήστει διδόναι· ἢ δαύκου ῥίζην αἰθιοπικοῦ, σέσελι, γλυκυσίδης ῥιζην τὸν αὐτὸν τρόπον· ἢ ἱπποσελίνου καὶ δαύκου αἰθιοπικοῦ καρπὸν ὡσαύτως· ἢ κρήθμου ῥίζαν, ἢ κυμίνου αἰθιοπικοῦ ἀττικὸν τετρώβολον, ἢ πέπερι, ἄννησον, δαῦκος, ἀκτέα, γλυκυσιδης ῥίζα ταῦτα ἐν οἴνῳ τρίβειν καὶ διδόναι πίνειν· ἢ μυρτιδάνου κλωνία δύο ἢ τρία, καὶ κύμινον αἰθιοπικὸν, γλυκυσίδης ῥίζην, ἢ λίνου σπέρμα ὁμοίως, ὃ καὶ τὰ παιδία βήσσοντα ψωμίζουσι ξὺν ὠῷ ὀπτῷ λεκίθῳ, ξὺν σησάμῳ πεφρυγμένῳ. Ἢν παιδοῦσα ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα τρίψας καὶ βοὸς μυελὸν ἐν ὕδατι ἑψεῖν, καὶ ἄλητον ἐμβαλὼν σμικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων.