Ancient Greek · ~10 min
Book 1
Hippocrates, De muliebribus 1.37
Not analysed yet
37. Ἢν δὲ ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὰ σκέλεα, καὶ πῦρ ἔχει, καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύναι ἀΐσσουσι πρὸς τὰς· ἰξύας, ἔστι δ’ ὕτε καὶ πρὸς τὰ σπλάγχνα, καὶ ἀποψύχεται, καὶ πῦρ ἔχει, σφυγμοὶ βληχροὶ, ἔστι δ’ ὅτε καὶ ὀξέες, ἄλλοτ’ ἀειρόμενοι, ἄλλοτε ἐλλείποντες. Ταῦτα πάσχει ἀρχομένης τῆς νούσου, καὶ ὧδε ἔχει ἢν δὲ προΐῃ τοῦ χρόνου, τὰ κῦλα τοῦ προσώπου ἐρυθρὰ γίνεται. Ὅταν ὧδε ἔχῃ, διδόναι κοῦφα σιτία· κἢν ὀργᾷ, φάρμακον πῖσαι κάτω· ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· μετὰ δὲ τοῦτο πυριῆσθαι τὰς ὑστέρας εὐώδεσι, καὶ προσθεῖναι μαλθακτήριον τὴν ἡμέρην. Ἢν δὲ στερεὸν ᾖ τὸ στόμα, πυριῇν ἅπασαν ἡμέρην, καὶ τὰ μαλθακτήρια προστιθέναι· ἔπειτα λοῦσαι θερμῷ ὕδατι, καὶ ἐντιθέναι τοὺς μολίβδους· μετέπειτα δὲ ἁλὸς χόνδρους καὶ σμύρναν ἐς τρυχίον ἀποδήσας καὶ τὴν πίσσην τὴν ἑφθὴν ἐν εἰρίῳ, ἡδύσματα ξυμμίξας, ἴσον ἑκάστου, ποιέειν ἴσον κικίδι σμικρῇ· προσκείσθω δὲ ἡμέρην καὶ εὐφρόνην· μετὰ δὲ τοῦτο διαλείπειν ἡμέρας τρεῖς, καὶ πυριῆσθαι τοῖσιν αὐτέοισιν· προστιθέναι δὲ καὶ κόκκους ἐκλέψας ὅσον δύο πόσιας καὶ πεπέρεος, τρίψας λεῖα, παραμίξας ἔλαιον αἰγύπτιον λευκὰν καὶ μέλι ὡς κάλλιστον, ἐμπλάσας ἐν εἰρίῳ, περιελίξας περὶ πτερὸν, προστιθέναι ἡμέρην καὶ εὐφρόνην, καὶ ἤν σοι δοκέῃ κεκαθάρθαι, ἄμεινον ἐᾷν· ἢν δὲ δοκέῃ ἔτι δέεσθαι καθάρσιος, δύο ἡμέρας διαλείπειν, καὶ αὖθις τὸ ξὺν τῇ σικύῃ ἡμέρην καὶ εὐφρόνην προστιθέναι· κἄπειτα νέτωπον καὶ ῥόδινον ἔλαιον ὡς εὐωδέστατον καὶ ἐλάφου στέαρ τήξας, ἐν εἰρίῳ προστιθέναι μίην ἡμέρην, καὶ λούειν πολλῷ τῷ θερμῷ, ὡς οἷόν τε ᾖ εὐμενές· καθαρτηρίοισι δὲ αὐτίκα καὶ θερμῷ καθηραμένη τὰ πονεύμενα χωρία, ἐναλειφέσθω τὸ στόμα τῶν μητρέων χηνείῳ στέατι καὶ σμύρνῃ καὶ ῥητίνῃ χλιαρῇ, καὶ θάλτοειν· κλυζέτω δὲ τὰς ὑστέρας τῷ οἴνῳ καὶ τῷ ναρκισσίνῳ ἐλαίῳ τῇ ὑστεραίῃ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, οἴνῳ μόνῳ· ταῦτα ὅκως σοι πρὸ τῶν ἐπιμηνίων ἡμέρῃ μιῇ πρόσθεν πεποιήσεται. Ἐπὴν δὲ τὰ ἐπιμήνια γενήται, τὰς μὲν ἐν ἀρχῇ ἡμέρας τρεῖς, τρίβουσα μέλαν τὸ κύπριον, καὶ ἁλὸς χόνδρον ἐπιχέασα, εἰρίῳ ἀναφορύξαι· τοῦτο ἐν τῷ σώματι ἐχέτω ἐπ’ ὀλίγον, καὶ νῆστις οἶνον ἄκρητον εὐώδεα ἐπιῤῥοφεέτω. Ἐπὴν δὲ παύσηται τὰ ἐπιμήνια, τὴν ἡμέρην τὸ ξὺν τῇ γλήχωνι προστιθεῖσα, πρὸς τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ σχῇ, ὑγιὴς γίνεται. Σιτίοισι δὲ χρήσθω ἐν τῇ καθάρσει. Πρὸς τούτοις ἀρήγει ἑψεῖν τὴν λινόζωστιν, καὶ ξυμμίσγειν πράσα καὶ σκόροδα καὶ κράμβην κόκκωνά τε, καὶ τὸν χυλὸν ῥοφεέτω· τοῖσι δ’ ἄλλοισι, θαλασσίοισι μᾶλλον ἢ κρέασι χρήσθω· τῶν δὲ γλυκέων εἰργέσθω καὶ ἐλαιηρῶν· πίνειν δὲ αἰεὶ νῆστιν τὸ ἀπὸ τῆς δαΐδος, ἔστ’ ἂν καθαίρηται· ἐν δὲ τοῖσιν ἐπιμηνίοισι μάλα πινέτω.