Ancient Greek · ~7 min
Book 1
Hippocrates, De muliebribus 1.38
Not analysed yet
38. Ἢν δὲ ὀλίγῳ ἐλάσσονα τοῦ δέοντος χωρήσῃ γυναικὶ τὰ λοχεῖα, οἷα τῶν μητρέων στενοστόμων ἐουσέων καὶ παρεστραμμένων, ἢ τοῦ αἰδοίου ἐπιμεμυκότος κάρτα ὑπὸ φλεγμασίης, ἡ γυνὴ πυρεταίνει ὀξέως, καὶ καρδιώσσει, καὶ ἀλγέει τὸ σῶμα πᾶν, καὶ σφαδαζει, καὶ ἐς τὰ ἄρθρα τῶν χειρέων καὶ τῶν σκελέων καὶ τῆς ὀσφύος ἡ ὀδύνη φοιτᾷ, καὶ τὸν ἀμφὶ τὴν δειρὴν χῶρον καὶ ῥάχιν καὶ βουβῶνας ἀλγήσει, καὶ ἀκρατέα τινὰ τῶν μελέων τοῦ σώματος γενήσεται· ἔπειτα πῦρ ἠρεμαῖον, φρίκη πάνυ φανερή· ἐμέουσι δὲ καὶ φλεγματώδεα, πικρὰ, δριμέα. Καὶ ἀμφὶ τῆσδε ὧδε ἔχει· καί οἱ ξυμβήσεται, ἢν μελεδανθῇ, ὑγιέα γενέσθαι· ἢν δὲ μὴ, χωλὴν καὶ ἀκρατέα τῶν μελέων γενέσθαι τοῦ σώματος. Ἄφορος δὲ ἡ νοῦσος οὐ πάνυ. Ἢν μὲν αἱ μῆτραι ἑλκωθέωσι καὶ τὰ λοχεῖα μὴ παρῇ, ὡς χρὴ, πάντα πονήσει, καὶ ἢν μὴ μεγάλα ᾖ τὰ ἕλκεα, μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τὴν μελέτην ἀτρεκέως ποιέεσθαι ἑλκέων τῶν ἐν τῇσι μήτρῃσιν· ἄτε γὰρ ἐν ἁπαλῇ ἐόντα καὶ εὐεπαισθήτῳ καὶ νευρώδει κοιλίῃ, πολλὰ δὲ τὰ κοινωνέοντα, βρέγμα, στόμαχος, γνώμη, αὔξεται, καὶ κακοτροπέει, καὶ οὐ ῥηϊδίως ἐθέλει ξυνιέναι. Ἢν δέ οἱ αἱ μῆτραι στενόστομοι γενοίατο, καὶ μὴ παραχαλάσωσι τὴν λοχείην κάθαρσιν, καὶ φλεγμήνωσιν, ἢν μὴ μελεδαίνηται ἐν τάχει, πάντα μιν μᾶλλον πονήσει, καὶ ὀδμὴ πονηρὴ, καὶ οἰδίσκεται ἡ ἔξοδος· καὶ ἢν μὴ φλεγμήνωσιν αἱ μῆτραι, αὐτόματον ἔξεισι κακὸν ὀζόμενον καὶ πελιδνὸν ἐὸν ἢ μέλαν ἐὸν θρομβοειδὲς, καὶ ἡ γυνὴ καθαίρεται τὰ λοχεῖα· ἔστι δ’ ὅτε οὐκ ἔξεισιν, ἀλλὰ τῇ, γυναικὶ θάνατον σημαίνει, εἰ μή τις ἐν τάχει φλέβα τάμοι ἢ τὴν κοιλίην μαλθάξειεν· ἄμεινον δὲ καὶ κλύσμα ποιῆσαι ἢν δὲ εὐήμετος ᾖ, καὶ ἐς ἔμετον ἄγειν· κρέσσον δὲ διουρέειν καὶ ἰδίειν· τουτέων δὲ καιρὸς, ὅτε δέοι, ἄριστος.