Ancient Greek · ~8 min
Book 1
Hippocrates, De muliebribus 1.41
Not analysed yet
41. Εἰ δ’ ὁρμηθείη γυναικὶ λοχείη κάθαρσις ὡς ἐς κεφαλὴν, θώρηκά τε καὶ πλεύμονα, γίνεται γὰρ καὶ τοῦτο, θνήσκουσι πολλάκις αὐτίκα, ἢν ἴσχηται· εἰ δὲ χωρέοι κατὰ στόμα ἢ ῥῖνας καλῶς, ἐξάντης γίνεται· εἰ δὲ ὀλίγον ἡ νοῦσος χρονιωτέρη γένοιτο, πάσχοὶ ἂν ἡ γυνὴ ὁκοῖα εἴρηται ἀμφὶ τῆς παρθένου, ᾑ τὰ ἐπιφαινόμενα πρῶτα ὤρουσεν ἄνω· ἡ δὲ γυνὴ πλέονα· χρόνον περιέσται τῆς παρθένου, καὶ βληχρότερα· τὰ παθήματᾶ ἔστᾶι οἱ, μέχρις οὗ ὁ πλεύμων διάπυος γένηται. Ἢν δὲ μὴ χωρέῃ· οἱ ἡ λοχείη κάθαρσις κατὰ τὸ στόμα’, ἀλλ ἄνω ὁρμηθεῖσα τράπηται, κεκρύψεται τὰ λοχεῖα καὶ οὐ χωρήσει, κατά γε δίκην, καὶ βὴξ ὑπολήψεται καὶ ἄσθματα, καὶ πληρευμένου τοῦ πλεύμονος ὑπὸ τοῦ αἵματος πονήσει τὸ πλευῤὸν κάρτα καὶ τὸ μετάφρενον, καὶ ὅταν βήξῃ, ξηρὸν ἀποβήξεται, ἄλλοτε δἑ ἀφρῶδες πτύσεται· τοῦ δὲ χρόνου προϊόντος, πτύαλον ἐπιφαίνεται ὑπόμελαν ἐὸν καὶ θολερὸν, καὶ τὰ στήθεα πῦρ ἔχει τοῦ ἄλλου σώματος πλέον, οἷα τοῦ αἵματος θερμήναντος αὐτά· καὶ πυρεταίνει ἡ γυνὴ, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται, καὶ ἀσιτήσει καὶ ἀγρυπνήσει, καὶ βδελύξεται, καὶ οὐ περιγίνεται, ἀλλὰ θανεῖται ἐν μιῇ καὶ εἴκοσιν ἡμέρῃσιν ὡς τὰ πολλά. Ἢν δέ οἱ ἡ κάθαρσις ἄνω ὁρμηθεῖσα κατὰ τὸ στόμα μὴ ἔλθῃ, μηδὲ ἐς τὸν πλεύμονα τράπηται, τρέψεταί οἱ ἐς τὸ πρόσωπον τὰ λοχεῖα, καὶ ἔσται ἐρυθρὸν κάρτα, καὶ ἡ κεφαλὴ βαρέη, οὐδὲ κινῆσαι αὐτὴν ἔσται πόνων ἄτερ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθροὶ κάρτα ἔσονται, καὶ ἐκ σφέων αἷμα ῥεύσεται λεπτόν· καὶ ἐκ τῶν ῥινῶν ἔστιν ᾗσιν αἷμα ῥέει, καὶ ἢν τοῦτο ἴῃ, ὧδε χρονιωτέρη ἡ νοῦσος γίνεται· τοῖσί τε οὔασιν οὐκ ὀξέως ἔστι τὸ ἀκούειν ἐκ τῆς νούσου· καὶ καρδιώξει, καὶ ἐρεύξεται, καὶ ἀλλοφάσσει, καὶ παράνοιαι γίνονται μανιώδεες· ἔστι δ’ ᾗσι θράσος ὀμμάτων ἰλλωδέων· καὶ τἄλλα πάντα πονήσει, ὅκως καὶ ἐς τὸν πλεύμονα, ὡς εἴρηται, ἢν ἡ κάθαρσις τράπηται, πλὴν οὐ βήξει οὐδὲ πτύσεται τοιαῦτα, οὐδὲ τὸ μετάφρενον ἀλγήσει ὁμοίως. Μελεδαινομένη μὲν ἥδε ὑγιαίνει· οὐ πολλαὶ δὲ ἐλπίδες εἰσὶ περιγενέσθαι· ἢν δὲ ἄρα καὶ περιγένηται, κώφωσις ἔσται ὀφθαλμῶν ἢ ἀκοῆς τὸ ἐπίπαν. Ἀμφὶ τῆσδε τῆς νούσου ὧδε τελευτῇ.