Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.40
Not analysed yet
40. Ἢν δὲ ἐκ τόκου ἐούσῃ συμφραχθῇ τι τοῦ αἰδοίου, ἤδη δὲ καὶ τοῦτο εἶδον, ἢν ἑλκωθῇ τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐπειδὰν ἑλκωθῇ ἐν τῷ τόκῳ βιησθὲν ὑπὸ τῆς ἐξόδου τοῦ παιδίου, ἐγένετο ἴκελόν τι ἄφθῃ, καὶ ἐφλέγμηνε κάρτα, καὶ τὰ χείλεα ὑπὸ τὴς φλεγμάνσιος ξυνέπεσε πρὸς ἄλληλα καὶ ἐλάβετο ἀλλήλων, ἅτε ἡλκωμένα ἐόντα. Καὶ θίξις γίνεται καὶ μύκης, ὃς ἄμφω τὰ χείλεα ἔχει ξυνδήσας, ἅτε τῆς καθάρσιος ἀπολελαμμένης· εἰ δὲ ἐχώρεεν ἡ καθαρσις, οὐκ ἂν ἐμυκώθη τὰ ἕλκεα· νῦν δὲ ἐπιῤῥεῖ, καὶ παχύνεται ἀλλοκότῳ σαρκί. Ἰῆσθαι οὖν ὡς τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἐς ὠτειλὰς ἄγειν· τὸ δὲ χωρίον λεῖον ἔστω καὶ ὁμόχροον. Ἡ Φροντὶς ἔπασχε ταῦτα ἂ πάσχουσιν αἱ μὴ ἀποκαθαιρόμεναι τὰ λοχεῖα, καὶ ἐπὶ τούτέοισιν ἤλγει τὸ αἰδοῖον, καὶ ψηλαφῶσα ἔγνω ὅτι οἱ ξυνεπέφρακτο καὶ ἔφρασε, καὶ μελεδαινομένη ἀπεκαθήρατό τε καὶ ὑγιὴς ἐγένετο καὶ φορός· εἰ δὲ μὴ ἐμελεδάνθη, μηδέ οἱ ἡ κάθαρσις ἐῤῥάγη αὐτομάτη, τὸ ἕλκος μέζον ἐποίησεν ἂν, καὶ ἐκινδύνευσεν, εἰ μὴ ἐμελεδάνθη, καρκινωθῆναι τὰ ἕλκεα.