Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.43
Not analysed yet
43. Ἢν δὲ αἷμα ἐκ τόκου ἐμέσῃ, τοῦ ἥπατος θρὶξ τέτρωται, καὶ ὀδύνη πρὸς τὰ σπλάχνα φοιτᾷ, καὶ τὴν καρδίην σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ μάλιστα προσδέ- χεται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἑπτὰ ἡμέρας ἢ πέντε· μετὰ δὲ ταῦτα πιπίσκειν βοὸς μελαίνης γάλα ἄσιτον ἐοῦσαν, εἰ οἵη τε εἴη, ἡμέρας τεσσαράκοντα· ἐς δὲ τὴν ἑσπέρην σήσαμον τριπτὸν πιπίσκειν. Ἡ δὲ νοῦσος κινδυνώδης.