Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.44
Not analysed yet
44. Τὸ δὲ γάλα ὅπως γίνεται, εἴρηταί μοι ἐν τῇ γενέσει τοῦ παιδίου τῇ ἐν τόκῳ καὶ τἄλλα παραπλησίως. Ἢν δὲ γάλα σβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δίδου πιεῖν· καὶ τῷ θερμῷ λουέσθω; καὶ πράσα καὶ κράμβην ἐσθιέτω· συνεψεῖν δὲ καὶ κυτίσου φύλλα, καὶ τοῦ χυλοῦ ῥοφέειν· πιπίσκειν δὲ τοῦ μαράθρου τὸν καρπὸν καὶ τὰς ῥίζας, καὶ κριθὰς ἐπτισμένας καὶ βούτυρον ἑψήσας ὁμοῦ καὶ ψύξας, δίδου πίνειν. Ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον καὶ κύτισος· ὁμοῦ ταῦτα πάντα γάλα πουλὺ ποιέει καὶ αὔξει· σκυρίαι αἶγες, τυροὶ δὲ μάλιστα· ἀγαθὸν καὶ τὸν ἐλελίσφακον ἑψεῖν, ἀρκευθίδων ἢ κεδρίδων ἀποχέουσα τὸν χυλὸν καὶ οἶνον ἐπιχέουσα πινέτω, καὶ ἐς τὰ λοιπὰ ἔλαιον ἐπιχέουσα ἐσθιέτω· καὶ τῶν δριμέων καὶ τῶν ἁλμυρῶν καὶ ὀξέων καὶ ὠμῶν λαχάνων πάντων εἰργέσθω. Τὸ δὲ κάρδαμον ἐν οἴνῳ πινόμενον ἀγαθόν· καὶ γὰρ τὸ γάλα καθαίρει· καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω. Καὶ ἄγνου καρπὸν ἐν οἴνῳ διδόναι πίνειν· καὶ γάλα πουλὺ ποιέει τεύτλου χυλὸς καὶ σησάμου ἀπλύτου καὶ κριθέων τριμηνιαίων, ἐμβαλὼν ἐς θυείαν, τρίψας πάντα, δι’ ὀθονίου ἐκχυλίσας, παραμίξας μέλι ἢ ἀμαμηλίδας, εἶτα ἐπ’ οἴνῳ μέλανι διδόναι πίνειν.