Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.46
Not analysed yet
46. Ὅταν τὸ ὕστερον μὴ αὐτίκα ἀπίῃ μετὰ τὸν τόκον, τῆς νειαίρης γαστρὸς γίνονται πόνοι καὶ ἐν κενεῶσι, καὶ ῥίγεα καὶ πυρετοί· κἢν ἀπαλλάσσηται τὸ ὕστερον, ὑγιαίνει καὶ ἡ γυνή· σήπεται δὲ ἐπὶ τὸ πουλύ· ἀπαλλάσσεται δὲ ἑκταίῃ ἢ ἑβδομαίῃ ἢ καὶ ἀνωτέρω ἔτι. Τῇ τοιαύτῃ χρὴ διδόναι φάρμακα, ὧν ἂν ἐγὼ γράψω, καὶ πνεῦμα κατέχειν· ἄριστον δὲ πάντων ἀρτεμισίη βοτάνη, καὶ δίκταμνον, καὶ λευκοΐου ἄνθος· καὶ ὀπὸς σιλφίου, κράτιστον· ἐν ὕδατι πινόμενος ὅσον κύαμος ἑλληνικός. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, ἀσιτέειν κἄπειτα πέταλα τῆς ἄγνου τρίψας ἐν οἴνῳ καὶ μέλιτι καὶ ἔλαιον ἐπιχέας, χλιάνας, δίδου πίνειν ὅσον κοτύλην, καὶ ἔξεισιν. Ἢν δὲ γυναικὶ τὸ χορίον ἐλλειφθῇ, ἐν τῆσι μήτρῃσι, τοῦτο δὲ γίνεται; ἢν ῥαγῇ βίῃ ὁ ὀμφαλὸς ἢ ἀμαθίῃ ὑποτάμῃ ἡ ὀμφαλητόμος τὸν ὀμφαλὸν τοῦ παιδίου πρόσθεν ἢ τὸ χορίον ἐξιέναι ἐκ τῶν μητρέων, αἱ μῆτραι ἀνασπῶσι τὸ ὕστερον ἄνω, ἅτε ὀλισθηρὸν ἐὸν καὶ χεόμενον, καὶ κατίσχουσιν ἐν ἑωυτῇσι· τέταται γὰρ τὸ χορίον ἐκ τοῦ ὀμφαλοῦ, τοῦ παιδίου, καὶ ὕστερος ἔξεισιν ὁ ὀμφαλὸς ἐκ τῶν μητρέων ἢν γὰρ πρότερος, ἐξίῃ, δι’ αὐτοῦ οὐκ ἂν διέλθοι τῷ παιδίῳ ἡ τροφὴ, ὅτι ἐξήρτηται ἐξ αὐτέου.