Ancient Greek · ~3 min
Book 1
Hippocrates, De muliebribus 1.45
Not analysed yet
45. Ὅταν γυνὴ τέκῃ καὶ τοῦ ὑστέρου ἀπαλλαγῇ, διδόναι ἄμεινον, ὑφ’ ὧν μάλιστα καθαίρεται τὰ λοχεῖα, σκόροδα ἑφθὰ ἢ ὀπτὰ ἐν οἴνῳ καὶ ἐλαίῳ μετὰ πουλυποδίων καὶ σηπιδίων ἐπ’ ἀνθράκων, ὅ τι ἂν βούληται τουτέων· κάστορα δὲ ἢ νάρδον πινέτω· πίνειν δὲ καὶ πήγανον ἐν οἴνῳ μέλανι γλυκεῖ, νῆστις ἢ ἄνευ οἴνου· ἢν δὲ μὴ γλυκὺς ᾖ, ἄμεινον μέλι παραμίσγειν· καὶ κράμβην ἑφθὴν ὁμοῦ πηγάνῳ καὶ λινοζώστει, καὶ τῶν σπερματίων τι πίνειν τῶν ὑστερικῶν. Ἢν δὲ θρομβωθῇ καὶ πόνος ἐν νειαίρῃ τῇ γαστρὶ γένηται, διδόναι πράσα ἑφθὰ, καὶ ὅσα ἄγρια καὶ ἥμερα· λιπαρὰ δὲ ποιέειν ἅπαντα· λούεσθαι δὲ καὶ διὰ τρίτης ἡμέρης ἐν εὐδίῃ, τὸ γὰρ ψῦχος ταύτῃσιν ἐναντίον· καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν· ἄμεινον μὴ πολλῷ θερμῷ χρῆσθαι.