Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.5
Not analysed yet
5. Ἢν δὲ τὰ ἐπιμήνια πλέονα τοῦ δέοντος χωρέῃ καὶ παχύτερα, οἷα τοῦ σώματός τε φύσει εὐρόου ἐόντος καὶ τοῦ στόματος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου, καὶ ἐπὶ τουτέοισιν ἀνδρί τε ξυνίῃ πολλὰ καὶ εὐωχέηται ἐσάπαξ ποτὲ, πολλὰ ἄλεα κατελθόντα καὶ χωρεῦντα βύζην ἐπευρύνει μᾶλλον τὸ στόμα τῶν μητρέων βιησάμενα· καὶ ἢν ἐπὶ τουτέοισι μὴ ἐπιπέσῃ κενεαγγείη, ἀλλ’ αὖθις πολλὰ ἐσθίῃ ἄλεα, καὶ τὸ στόμα εὐρὺ ποιέῃ, καὶ τὸ σῶμα, ἅτε εὐωχεομένης καὶ ἱμειρομένης τε καὶ συνιούσης ἀνδρὶ, εὔροον ᾖ ἐπὶ τὰς μήτρας, καὶ ἄλεα ἐπιφέρηται, ἄχροός τε ἔσται μέχρις ἂν οὕτως ἔχῃ, καὶ ἢν ὕστερόν τι νόσημα ἢ πάθημα ἐπιπέσῃ ὥστε τρυχωθῆναι τὸ σῶμα, ὁμοίως αἵ τε μῆτραι κατὰ τὸ εἰωθὸς εὐρύστομοί εἰσι καὶ τὸ σῶμα εὔροον ἐπ’ αὐτάς ἐστιν· καὶ μετὰ ταῦτα πῦρ ἔχει, καὶ ἀσιτέει, καὶ ἀλυκτέει, καὶ λεπτὴ καὶ ἀμενηνὴ ἐκ τῶν ἐπιμηνίων, καὶ τὴν ὀσφὺν πονήσει, καὶ τοῦ χρόνου προϊόντος, ἢν μὴ θεραπευθῇ, πάντα μιν μᾶλλον πονήσει ἐν τῷ μεταξὺ χρόνῳ, καί οἱ ἔσται κίνδυνος ἀφόρῳ γενέσθαι ἢ τρυχωθείσῃ ὑπὸ χρόνου τε καὶ τῆς νούσου, ἤν τί οἱ ξυμπέσῃ καὶ ἄλλο νόσημα, ἐπὶ τουτέῳ θανεῖν.