Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.6
Not analysed yet
6. Χωρέει δὲ τὰ καταμήνια παχύτατα καὶ πλεῖστα τῶν ἡμερέων τῇσιν ἐν μέσῳ, ἀρχόμενα δὲ καὶ τελευτῶντα ἐλάσσονα καὶ λεπτότερα. Μέτρια δ’ ἐστὶ πάσῃ γυναικὶ χωρέειν, ἢν ὑγιαίνῃ, τὰ ἐπιμήνια ἐλθόντα ὅσον κοτύλαι δύο ἀττικαὶ ἢ ὀλίγῳ πλέονα ἢ ἐλάσσονα, ταῦτα δὲ ἐφ’ ἡμέρας δύο ἢ τρεῖς· ὁ δὲ πλείων χρόνος ἢ ἐλάσσων ἐπίνοσος καὶ ἄφορός ἐστι. Τεκμαίρεσθαι δὲ χρὴ ἐς τὸ σῶμα τῆς γυναικὸς ἀφορέοντα, καὶ ἐρωτᾷν πρὸς τὰ πρότερον ξυμβαλλόμενον, εἴτε ἐπίνοσα ἴοι εἴτε μὴ ἐπίνοσα· ἢν γὰρ ἐλάσσονας ἢ πλέονας ἡμέρας τοῦ μάθεος φοιτέῃ, ἢ αὐτὰ ἐλάσσονα ἢ πλείονα ἔῃ, ἐπίνοσά ἐστιν, ἢν μὴ ἡ φύσις αὐτὴ νοσηρὴ καὶ ἄφορος ᾖ· ἢν δὲ τοῦτο ᾖ καὶ μεθίστηται ἐπὶ τὸ ὑγιηρότερον, ἄμεινον. Χωρέει δὲ αἷμα οἷον ἀπὸ ἱερείου, καὶ ταχὺ πήγνυται, ἢν ὑγιαίνῃ ἡ γυνή. ᾟσι δὲ ἐν φύσει ἐστὶ πλέονας καθαίρεσθαι τεσσάρων ἡμερέων καὶ πολλὰ κάρτα χωρέει τὰ ἐπιμήνια, αὗται λεπταὶ γίνονται, καὶ τὰ ἔμβρυα αὐτέων λεπτὰ καὶ ἀμαλδύνεται. ᾟσι δὲ τριῶν ἡμερέων ἔλασσον ἡ κάθαρσις γίνεται ἢ ὀλίγα χωρέει, αὗται παχεῖαι καὶ εὔχροοι ἀνδρικαί τε, οὐ μνησίτοκοι δέ εἰσιν, οὐδὲ κυΐσκονται.