Ancient Greek · ~3 min
Book 1
Hippocrates, De muliebribus 1.51
Not analysed yet
51. Μητρέων ποτόν· ἢν ἀλγέῃ ἐκ τόκου, ὁπόταν ἀλγέῃ τὴν ἕδρην ἢ ἄλλο τι, ἀρκεύθου καρπὸν ἢ λίνου σπέρμα καὶ κνίδης τρίβειν, καὶ διδόναι πίνειν. Ἢν ἐκ τόκου ἀλγέῃ, ῥητίνην τερεβινθίνην καὶ μέλι καὶ οἶνον χλιερὸν διδόναι ῥοφέειν, καὶ ἢν φλεγμήνωσιν αἱ μῆτραι, τοῦτο παύσει. Ἢν δὲ ἀλγέῃ τῶν μητρέων τόπον, ἀμυγδαλῆς τρίψας πικρῆς καὶ ἐλαίης τὰ ἁπαλὰ φύλλα, καὶ κύμινον καὶ δάφνης καρπὸν ἢ τὰ φύλλα, καὶ ἄννησον καὶ ἐρύσιμον καὶ ὀρίγανον καὶ νίτρον, ταῦτα μίξας καὶ τρίψας λεῖα, κολλούρια ποιέειν μητρέων. Ἢν φλεγμήνωσι καὶ ὀδύνη ἔχῃ, ῥόδων φύλλα, κινάμωμον, κασσίην τρίψας ἐν τῷ αὐτῷ λεῖα, ἐπιχέειν· νέτωπον, καὶ ποιήσας φθοΐσκους ὅσον δραχμιαίους, ὀστράκινον κυθρίδιον καινὸν διάπυρον ποιήσας, περικαθίσας, καὶ περιστείλας ἱματίοισι, θυμιῇν ἐς τὰς μήτρας· τοῦτο ὀδύνας παύσει.