Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.52
Not analysed yet
52. Ἢν δὲ ἐκ τόκου αἱ ὑστέραι πονήσωσι, βληχρὸν ἔχει τὸ πῦρ, ἔνδοθεν δὲ ἡ κοιλίη ἡ νειαίρη πυριφλεγέθης ἐστὶ, καὶ ἐς τὸ ἰσχίον ἐνίοτε ἀποιδέει, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας, καὶ τὰ ὑποχωρεῦντα χολώδεα καὶ κάκοδμα· καὶ ἢν μὴ σταθῇ ἡ κοιλίη, ἐξαίφνης θνήσκει. Ὅταν οὖν ὧδε ἔχῃ, χρὴ ψύχειν τὴν κοιλίην, φυλασσόμενον ὅκως μὴ φρίξῃ· πινέτω δὲ, ἢν μὴ ἵστηται, τὸ ἀπὸ τοῦ κρίμνου ἢ ἄρτου, ἢ ἄλητον· ῥοφέειν δὲ, σίδης οἰνώδεος τὸν χυλὸν κεράσας ὕδατι, ἐπίπασσε λέκιθον φακῶν καὶ τοῦτο ἕψει, μίσγων φακὸν καὶ κύμινον καὶ ἅλας καὶ ἔλαιον καὶ ὄξος, τοῦτο διδόναι ῥόφημα ψυχρὸν, καὶ φακῆν ὀξέην, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα πράμνιον· τῶν δὲ ἄλλων σιτίων ἀπέχεσθαι χρὴ ἔστ’ ἂν ὁ πυρετὸς λυθῇ· ἢν δὲ δοκέῃ, καὶ λούεσθω· ἢν δὲ ἀσθενὴς ᾖ, πίνειν πάλην ἀλφίτων· ἢν δὲ ἀκιδνοτέρη ᾖ, ἐν ὕδατι ψυχρῷ· σιτίον δὲ προσφέρεσθαι κοῦφον, ὅ τι μὴ ἰνήσεται, ὅταν τὸ πῦρ μεθῇ. Ἡ δὲ νοῦσος ὀξέη τε καὶ θανατώδης.