Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.54
Not analysed yet
54. Ἢν δὲ λεχοῖ φλεγμήνωσιν αἱ ὑστέραι, οἰδέουσι, καὶ ὁκόταν τὰ λοχεῖα ἐμμείνῃ, κρύβδην τείνονται, γίνεται δὲ ἐπὴν πυκνωθέωσιν ὑπὸ ψύχεος. Ταύτῃσιν ἢν μὲν ἐπιψύχωνται, ἀλεαίνειν· ἢν δὲ πυριφλεγέες ἔωσιν καὶ τὸ ψῦχος ἀφῇ, προσθετὸν ποιέειν ὅ τι φλεγμασίῃ ἐναντιοῦται, καὶ λούειν, καὶ πυριῇν, καὶ φάρμακα προσάγειν, ὧν ἂν ἐγὼ γράψω, ἕλκειν τε ἀτμίδα ἐς τὸ στόμα καὶ ἐς τὰς ῥῖνας.