Ancient Greek · ~1 min
1.55 to 1.56
Hippocrates, De muliebribus 1.55-56
Not analysed yet
55. Ἢν δὲ πνίγωσι, φακοὺς ἑψεῖν ἐν ὄξει καὶ ἁλὶ καὶ ὀριγάνῳ πολλῷ, καὶ ὁλκὴν ποιέεσθαι, καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ ἐν τῷ χυλῷ λεπτὸν ἄλητον ῥοφεέτω. 56. Ὅταν δὲ τάχιστα τέκῃ, πρὶν τὴν ὀδύνην ἔχειν, πρότερον διδόναι τῶν φαρμάκων, ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης, καὶ σιτία διαχωρητικὰ προσφερέσθω. Ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύζειν ὅτι τάχος.