Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.62
Not analysed yet
62. Γίνεται δὲ πάντα μᾶλλον μὲν τῇσιν ἀτόκοισιν, γίνεται δὲ πολλάκις καὶ τῇσι τετοκυίῃσιν· ἐπικίνδυνα δέ ἐστιν, ὡς εἴρηται, καὶ τοπουλὺ ὀξέα καὶ μεγάλα καὶ χαλεπὰ ξυνιέναι, διὰ τοῦθ’ ὅτι αἱ γυναῖκες μετέχουσι τῶν νούσων, καὶ ἔσθ’ ὅτε οὐδ’ αὐταὶ ἴσασιν τί νοσέουσιν, πρὶν ἢ ἔμπειροι νούσων γένωνται ἀπὸ καταμηνίων καὶ ἔωσι γεραίτεραι· τότε δὲ σφέας ἥ τε ἀνάγκη· καὶ ὁ χρόνος διδάσκει τὸ αἴτιον τῶν νούσων, καὶ ἔστιν ὅτε τῇσι μὴ γινωσκούσῃσιν ὑφ’ ὅτευ νοσεῦσι φθάνει τὰ νοσήματα ἀνίητα γινόμενα, πρὶν ἂν διδαχθῆναι τὸν ἰητρὸν ὀρθῶς ὑπὸ τῆς νοσεούσης ὑφ’ ὅτου νοσέει· καὶ γὰρ αἰδέονται φράζειν, κἢν εἰδῶσι, καί, σφιν δοκέουσιν αἰσχρὸν εἶναι ὑπὸ ἀπειρίης καὶ ἀνεπιστημοσύνης. Ἅμα δὲ καὶ οἱ ἰητροὶ ἁμαρτάνουσιν, οὐκ ἀτρεκέως πυνθανόμενοι τὴν πρόφασιν τῆς νούσου, ἀλλ’ ὡς τὰ ἀνδρικὰ νοσήματα ἰώμενοι καὶ πολλὰς εἶδον διεφθαρμένας ἤδη ὑπὸ τοιούτων παθημάτων. Ἀλλὰ χρὴ ἀνερωτᾷν αὐτίκα ἀτρεκέως τὸ αἴτιον· διαφέρει γὰρ ἡ ἴησις πολλῷ τῶν γυναικηΐων νοσημάτων καὶ τῶν ἀνδρώων.