Ancient Greek · ~12 min
Book 1
Hippocrates, De muliebribus 1.61.1
Not analysed yet
61. Ἢν δὲ γυνὴ ὑδρωπιήσῃ, οἷα τοῦ σπληνὸς ὑδατώδεος καὶ μεγάλου ἐόντος, γίνεται δὲ ὁ σπλὴν ὑδατώδης ἀπὸ τοῦδε τοῦ παθήματος, ἐπὴν πῦρ ἔχη καὶ μὴ ἀφίῃ τὴν ἄνθρωπον, καὶ δίψα μιν λαμβάνῃ καρτερὴ, καὶ πίνῃ, καὶ μὴ ἀπεμέῃ· τὸ μὲν γὰρ ἐς τὴν κύστιν διελθὸν διουρέεται, τὸ λοιπὸν δὲ ὁ σπλὴν ἕλκει ἐς ἑωυτὸν ἀπὸ τῆς κοιλίης ἅτε ἀραιὸς ἐὼν καὶ σπογγοειδὴς κείμενός τε κατὰ τὴν κοιλίην· καὶ ἢν τούτων οὕτως ἐχόντων μὴ ἱδρώσῃ, μηδέ οἱ ἡ κύστις διηθῇ, μηδὲ ἡ κοιλίῃ χαλᾷ, διαίρεται ὁ σπλὴν ὑπὸ τοῦ ποτοῦ, καὶ μᾶλλον ἢν ὕδωρ ᾖ τὸ ποτὸν, καί μιν ἤν τις ἐπαφήσαιτο, μαλθακὸς ὡς μνοῦς ἐστιν, ἔστι δ’ ὅτε ἀντιτυπεύμενος· ἀερθεὶς δὲ καὶ ὑπερπιμπλάμενος ἐκδιδοῖ κατὰ τὰς φλέβας τῷ σώματι, καὶ μάλιστα ἐς τὸ ἐπίπλοον καὶ τοῖσιν ἀμφὶ τὴν κοιλίην ἐοῦσι χωρίοισι καὶ τοῖσι σκέλεσιν· ἕτερον γὰρ ἑτέρῳ διεκδιδοῖ ἐν τῷ σώματι, ἐπὴν πλέον ἑκάστῳ τοῦ καιροῦ ᾖ καὶ μὴ δύνηται κατέχειν. Ἐπιγίνεται δὲ ἀπὸ τούτου ὕδρωψ αἰεὶ, ἐπὴν μάθῃ ὁ σπλὴν ἕλκειν ἐς ἑωυτὸν φύσει ἀραιὸς ὢν καὶ μανός. Γίνεται δὲ ἔστιν ᾗσιν ἀρχὴ αὕτη τῆς νούσου καὶ ἄτερ πυρετοῦ, ἢν καῦμα ἐν τῇ κοιλίῃ ἐνστῇ οἷα φλέγματος ἐς αὐτὴν κατιόντος, καὶ ἢν ἡ ἄνθρωπος τὴν δίψαν μὴ κατέχῃ, μηδ’ ἡ κύστις μηδ’ ἡ κοιλίη διηθέωσιν οὖρόν τε καὶ κόπρον κατά γε δίκην, μηδὲ ἐπιτηδείῃ διαίτῃ χρέηται ἡ ἄνθρωπος. Ἢν δὲ ὑδρωποειδὴς ᾖ, ἔρχεται τὰ καταμήνια πολλὰ ἐξαπίνης, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὡς ἀπὸ κρεῶν ὕδωρ, εἴ τις αἱματώδεα ἀποπλύνειεν, ὁτὲ δὲ ὀλίγῳ ἰσχυρότερα, καὶ οὐ πήγνυται, καὶ ἆσθμά μιν λαμβάνει, πρὶν ἢ τὰ καταμήνια χωρέειν, καὶ ὀδύνη ἐν τῷ σπληνὶ, καὶ μᾶλλον ἐπήν τι γλυκὺ φάγῃ, καὶ ἡ γαστὴρ ἐξαείρεται καὶ μεγάλη ἐστί· καὶ ἐπὴν πλέονα τοῦ μάθεος φάγῃ, πονέεται τὴν γαστέρα, καὶ τὴν ὀσφὺν ἀλγέει ἄλλοτε καὶ ἄλλοτε, καὶ πῦρ μιν ἐπιλαμβάνει δι’ ὀλίγου. Ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥάϊον δοκέει ἔχειν πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μελεδαίνηται ὡς χρὴ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, ὁ ῥόος ἐπιφανεῖται, καὶ διὰ παντὸς τοῦ χρόνου αἰεὶ ῥεύσεται κατ’ ὀλίγον οἷον ἰχὼρ, ἐπιμελείης δὲ πλείονος δέεται. Ἢν δὲ μὴ ὁ ῥόος ἐπιγένηται, ἀλλ’ αἱ μῆτραι ὑπὸ τῶν πρόσθεν παθημάτων ἀερθεῖσαι μὴ χαλάσωσι τὰ ἐπιμήνια, ἥ τε γαστήρ οἱ μεγάλη ἔσται, καὶ βρῖθος ἐνέσται ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ δοκέει ὡσεὶ παιδίον ἐν τῇ γαστρὶ αὐτῆς κινέεσθαι, ἅτε τῶν μητρέων ὕδατος πλέων ἐουσέων καὶ τοῦ ὕδατος κινεομένου, ἄλλοτε γὰρ καὶ ἄλλοτε κλυδάζεται αὐτῇσι τὸ ὕδωρ ὡς ἐν ἀσκῷ· καὶ ἀλγεῖ ψαυομένη τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ αἱ κληἳδες καὶ ὁ θώρηξ καὶ τὸ πρόσωπον καὶ τὰ ὄμματα καταλεπτύνεται, καὶ αἱ θηλαὶ ἀείρονται. Ἔστι δὲ ᾗσι μὲν ἥ τε κοιλίη καὶ τὰ σκέλεα πλήθει ὕδατος, ᾗσι δὲ ἐς θάτερον τουτέων· καὶ ἢν μὲν ἄμφω πλησθῇ, οὐδεμία ἐλπὶς περιγενέσθαι τὴν ἄνθρωπόν ἐστιν· ἢν δὲ θάτερον τούτων, ἐλπίδες ὀλίγαι, ἢν μελεδαίνηται καὶ μὴ λίην τετρυχωμένη ᾖ. Χρονίη δὲ αὕτη ἡ νοῦσος.