Ancient Greek · ~9 min
Book 1
Hippocrates, De muliebribus 1.64
Not analysed yet
64. Ἢν αἱ μῆτραι ἑλκωθέωσι, καὶ αἷμα καὶ πῦον ῥέει καὶ ἰχώρ· σηπομένων γὰρ τῶν μητρέων, νόσημα ἀπ’ αὐτέων γίνεται, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαείρεται, καὶ λεπτὴ γίνεται, καὶ ἀλγέει ψαυομένη, ὡς ἕλκος, καὶ πῦρ ἔχει καὶ βρυγμὸς αὐτὴν, καὶ ὀδύνη ὀξέη καὶ σπερχνὴ ἔς τε τὰ αἰδοῖα καὶ ἐς τὸ ἐπίσειον καὶ ἐς τὴν γαστέρα τὴν νειαίρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας· ἡ δὲ νοῦσος λαμβάνει μάλιστα μὲν ἐκ τόκου, ἢν αὐτῇσί τι διακναισθὲν ἐνσαπῇ, καὶ ἔκ τρωσμοῦ, καὶ ἄλλως ἀπὸ ταυτομάτου. Ταύτῃσιν ἢν ἐπιτυγχάνῃς, λούειν ἐν ὕδατι πολλῷ καὶ θερμῷ, καὶ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, τὰ χλιάσματα προστιθέναι καὶ σπόγγον ἐξ ὕδατος θερμοῦ, καὶ κλύζειν, τὰ δριμέα καὶ τὰ στρυφνὰ ἀπεχομένην· τῶν δὲ μαλακωτέρων διάμισγε ὅκως ἂν δοκέῃ σοι καιρὸς εἶναι· τοῦ τε λίνου τὸν καρπὸν κόψας καὶ τῆς ἀκτῆς, ξυμμίξας δὲ ἐν μέλιτι καὶ ποιήσας φάρμακον, τούτῳ χρῶ· λοῦσον δὲ ὕδατι θερμῷ, καὶ λαβὼν σπόγγον ἢ εἴριον μαλθακὸν βάπτων ἐς θερμὸν ὕδωρ διακάθαιρε τά τε αἰδοῖα καὶ τὰ ἕλκεα· εἶτα ἐς οἶνον ἄκρητον ἐμβάπτων πάλιν τὸν σπόγγον ἢ τὸ εἴριον τὸν αὐτὸν τρόπον χρῶ· ἔπειτα τῷ φαρμάκῳ τούτῳ ἐνάλειφε, ὁσάκις ἂν δοκέῃ σοι καιρὸς εἶναι· ἔπειτα ῥητίνην καὶ στέαρ ὕεισν μίξας ὁμοῦ τῷ φαρμάκῳ, διαλείφειν τῷ δακτύλῳ πολλάκις μεθ’ ἡμέρην καὶ τῆς νυκτός· μετὰ δὲ ταῦτα λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας, μήκωνα λευκὴν κόψαι ἐν ἀλφίτοισι καὶ σῆσαι, καὶ τυρὸν αἴγειον ὀπτᾷν περιξύσας τὸ ῥῦπος καὶ τὴν ἅλμην, καὶ τὸ πικέριον ξυμμίξαι καὶ πάλην ἀλφίτου, εἶτα ἓν τοῦ φαρμάκου μέτρον καὶ τοῦ τυροῦ καὶ τοῦ ἀλφίτου ποιῆσαι, καὶ τοῦτο διδόναι πίνειν ἐξ ἠοῦς νήστει ἐν οἴνῳ αὐστηρῷ κεκρημένῳ ἐς δὲ τὴν ἑσπέρην μίσγων καὶ παχὺν κυκεῶνα διδόναι, καὶ τῶν γυναικείων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν. Καὶ μέχρι μὲν ἂν τὸ αἷμα πουλὺ ῥέῃ, καὶ ὀδύναι ὀξέαι ἔχωσι καὶ ὀλίγον χρόνον διαλείπωσι, ταῦτα ποιέειν· ἐπὴν δὲ τὸ ἕλκος ἔλασσον ᾖ, καὶ ὀδύναι βληχραὶ προσλαμβάνωσι καὶ διὰ πλέονος χρόνου, φάρμακα πιπίσκειν, ὑφ’ ὧν μέλλλει καθαίρεσθαι κάτω μᾶλλον ἢ ἄνω, διαλείπων χρόνον ὁκόσον ἂν δοκέῃ καιρὸς εἶναι καὶ πυριῇν βληχρῇσι πυρίῃσιν, ἀνακαθίζοντα ὑψόθι, ἢν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι. Ταῦτα ποιέουσα ὑγιὴς γίνεται ἡ δὲ νοῦσος βληχροτέρη καὶ θανατώδης, καὶ διαφεύγουσιν, αὐτὴν παῦραι.