Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.65
Not analysed yet
65. Ἢν δὲ ἑλκωθέωσι, σφοδρῶς, αἷμα καὶ πῦον καθαίρεται, καὶ ὀδμὴ γίνεται βαρέη, καὶ ὁκόταν ἡ ὀδύνη προσλάβῃ, ὡς ὑπὸ ὠδῖνος τὸ πλῆθος τὰ περὶ τὸν ῥόον γίνεται, καὶ, ὁκότανιὁ χρόνος ᾖ, τὰ σκέλεα καὶ οἱ πόδες οἰδέουσι, καὶ ἰῶνται οἱ ἰητροὶ ὡς ὕδρωπα· τὸ δὲ οὐ τοῖον. Ταύτην ἢν λάβῃς, λούειν πρῶτα θερμῷ, καὶ χλιαίνειν, καὶ κλύζειν δριμέσι καὶ μαλθακοῖσι καὶ στρυφνοῖσιν, ὕδατί τε καὶ οἴνῳ καὶ πουλύκαρπον καὶ πουλύκνημον καὶ μέλι ἑψῶν ὁμοῦ, εἶτα εἴριον ἐς τοῦτο βάπτων, διαχρίειν τὰ αἰδοῖα, καὶ ῥητίνην καὶ μέλι καὶ συὸς ἔλαιον ἐγχρίειν καὶ πιπίσκειν λίνου καρπὸν, καὶ σήσαμον φώξας καὶ βούτυρον καὶ τυρὸν αἴγειον καὶ ἄλφιτον ἐφ’ ἅπασι πιπίσκειν ἐν οἴνῳ νῆστιν, ἐς ἑσπέρην δὲ μέλι ἐπιχέων πουλύ καὶ ἕως μὲν ἂν τὸ αἷμα καθαίρηται, καὶ ὀδύναι ὀξέαι ἔχωσι, καὶ ὀλίγον διαλείπωσι, τοῦτο ποιέειν· ὅταν δέ οἱ ἔλασσον ἴῃ καὶ ὀδύναι βληχρότεραι ἴσχωσι διὰ πλέονος χρόνου, φάρμακον πιπίσκειν κάτω, καὶ διαλείπειν. Ταῦτα ποιέουσα, ὑγιὴς γίνεται γενεὴ δὲ οὐκ ἔτι.