Ancient Greek · ~8 min
Book 1
Hippocrates, De muliebribus 1.68
Not analysed yet
68. Ὁκόσα δὲ τρωσμῶν γινομένων μὴ ἀπαλλάσσεσθαι δύναται μεζόνων ὅλων τε ἢ τῶν μελέων τῶν ἐμβρύων ἐόντων, ἢ ἐλασσόνων καὶ πλαγίων καὶ ἀδυνάτων, τὰ τοιαῦτα ἢν μὲν κατὰ φύσιν ἴῃ, διδόναι τῶν φαρμάκων τι ὧν ἐγὼ φράσω, προλούοντα θερμῷ παμπόλλῳ· κἢν ἐθέλοντα προϊέναι μὴ εὐλύτως ἀπίῃ κατὰ φύσιν ἐόντα, τῇσι τοιαύτῃσι τοῦ πταρμικοῦ προσφέρειν, ἐπιλαμβάνειν δὲ τὸν μυκτῆρα καὶ πτάρνυσθαι, καὶ τὸ στόμα πιέζειν, ὅκως ὁ πταρμὸς ὅτι μάλιστα ἐνεργήσει. Χρῆσθαι δὲ καὶ σεισμοῖσι· σείοις δ’ ἂν ὧδε· κλίνην λαβεῖν ὑψηλὴν ῥωμαλέην καὶ ὑποστορέσαντα ἀνακλίνειν τὴν γυναῖκα ὑπτίην, τὰ δὲ στήθεα καὶ τὰς μασχάλας καὶ τὰς χεῖρας προσκαταλαμβάνειν ταινίῃ ἢ ἱμάντι πλατεῖ μαλθακῷ πρὸς τὴν κλίνην καὶ ζωννύειν, καὶ τὰ σκέλεα ξυγκάμψαι καὶ κατέχειν τοῖν σφυροῖν· ὅταν δὲ εὐτρεπίσῃς, φρυγάνων φάκελον μαλθακῶν ἤ τι τῷδε ἐοικὸς εὐτρεπίζειν ὅσον τὴν κλίνην οὐ περιόψεται ἐπὶ τὴν γῆν ῥιπτευμένην, ὥστε ψαῦσαι τοῖσι πρὸς κεφαλὴν ποσὶ τῆς γῆς· καὶ κελεύειν αὐτὴν λαβεσθαι τῇσι χερσὶ τῆς κλίνης, καὶ μετέωρον πρὸς κεφαλὴν τὴν κλίνην ἔχειν, ὡς κατάῤῥοπος ᾖ ἐπὶ πόδας, φυλασσόμενος ὅκως μὴ προπετὴς ἔσται ἡ ἄνθρωπος· ὅταν δὲ ταῦτα ἐνεργῆται καὶ μετάρσιος ᾖ ἡ κλίνη, ἐκ τῶν ὄπισθεν ὑποθεῖναι τὰ φρύγανα, κατορθοῦσθαι δὲ ὡς μάλιστα, ὅκως οἱ πόδες μὴ ψαύσουσι τῆς γῆς, ῥιπτεομένης τῆς κλίνης, καὶ τῶν φρυγάνων ἔσωθεν ἔσονται, αἴρειν δὲ ἐξ ἑκατέρου τοῦ ποδὸς ἄνδρα τῇδε καὶ τῇδε, ὡς κατ’ ἰθὺ πεσεῖται ἡ κλίνη ὁμαλῶς καὶ ἴσως καὶ μὴ σπασμὸς ᾖ· σείειν δὲ ἅμα τῇ ὠδῖνι μάλιστα· καὶ ἢν μὲν ἀπαλλάσσηται, αὐτίκα πεπαῦσθαι, εἰ δὲ μὴ, διαλαβόντα σείειν, καὶ αἰωρέειν ἐπὶ τῆς κλίνης φερομένην. Ταῦτα μὲν οὖν οὕτω ποιέεται, ἢν ὀρθά τε καὶ κατὰ φύσιν ἀπαλλάσσηται. Χρὴ δὲ κηρωτῇ ὑγρῇ προχρίειν, ἐπὶ πάντων δὲ τῶν ἀμφὶ τὴν ὑστέρην τοιῶνδε παθέων ἄριστον τόδε, καὶ μαλάχης ὕδωρ καταιονᾷν, καὶ βουκέρας, ἢ πτισάνης πυρίνης μᾶλλον χυλός· χρὴ δὲ ἄχρι βουβῶνος ἕδρην καὶ αἰδοῖον πυριῇν, καὶ ἐνίζεσθαι δὲ, ὅταν αἱ ὠδῖνες σφόδρα ὀχλέωσι μάλιστα, καὶ μηδὲν ἐν νόῳ ἕτερον ἔχειν. Τὴν δὲ ἰητρεύουσαν τὰ στόματα μαλθακῶς ἐξανοίγειν, καὶ ἠρέμα τοῦτο δρᾷν, ὀμφαλὸν δὲ ξυνεφέλκεσθαι τῷ ἐμβρύῳ.