Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.67
Not analysed yet
67. Ἢν δὲ γυνὴ ἐκ τρωσμοῦ τρῶμα λαβῃ μέγα, ἢ προσθέτοισι δριμέσιν ἑλκωθῇ τὰς μήτρας, οἷα πολλὰ γυναῖκες ἀεὶ δρῶσί τε καὶ ἰητρεύουσι, καὶ τὸ ἔμβρυον φθαρῇ, καὶ μὴ καθαίρηται ἡ γυνὴ, ἀλλά οἱ αἱ μῆτραι φλεγμήνωσιν ἰσχυρῶς καὶ μεμύκωσι καὶ τὴν κάθαρσιν μὴ οἷαί τε ἔωσι παραμεθιέναι, εἰ μὴ τὸ πρῶτον ἅμα τῷ ἐμβρύῳ, αὕτη ἢν μὲν ἰητρεύηται ἐν τάχει, ὑγιὴς ἔσται, ἄφορος δέ. Ἢν δέ οἱ ῥαγῇ αὐτόματα τὰ λοχεῖα καὶ τὰ ἕλκεα ὑγιανθῇ, καὶ ὧδε ἄφορος ἔσται. Ἢν δέ οἱ ἡ μὲν κάθαρσις γένηται, τὰ δὲ ἕλκεα μὴ μελεδαίνηται, δαίνηται, κίνδυνος σηπεδοκώδεα εἶναι. Ἢν δέ οἱ ἡ κάθαρσις ἵῃ τετρυχωμένῃ, θνήσκει. Κἢν ἐν τῷ τόκῳ κάρτα ἑλκωθέωσιν αἱ μῆτραι τοῦ ἐμβρύου μὴ κατὰ φύσιν ἰόντος, πείσονται τὰ αὐτὰ τῇ ἐκ διαφθορῆς ἑλκωθείσῃ τὰς μήτρας, καὶ μεταλλαγὰς καὶ τελευτὰς τὰς αὐτὰς ἡ νοῦσος ἴσχει, ἤν τε ἐκ διαφθορῆς ἤν τε ἐκ τόκου αἱ μῆτραι ἑλκωθῶσι, καὶ εἰ τὰ λοχεῖα πάντα παρήϊσαν, ἧσσον πονήσει, εἰ μὴ μεγάλα ἕλκεα εἴη, καὶ μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τῇ μελέτῃ προσέχειν ἐν τάχει, ἢν ἕλκεα ἐν τῇ μήτρῃ ἐνῇ· ἅτε γὰρ ἐόντα ἐν ἁπαλῷ αὔξεται, καὶ σαπρὰ ταχὺ γίνεται. Ἰῆσθαι δὲ τὰ ἕλκεα, ὡς καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἀφλέγμαντα χρὴ ποιέειν καὶ ἀνακαθαίρειν καὶ ἀναπιμπλάναι καὶ ἐς ὠτειλὰς ἄγειν· διδόναι δὲ ὕδωρ, οἶνον δὲ μὴ, σιτία ἀφαυρότερα, πολλὰ δὲ μή.