Ancient Greek · ~7 min
Book 1
Hippocrates, De muliebribus 1.70
Not analysed yet
70. Ὁκόσα δὲ τεθνεῶτα τῶν ἐμβρύων ἢ τὸ σκέλος ἢ τὴν χεῖρα ἔξω ἔχει, ταῦτα ἄριστον μὲν, ἢν οἷόν τε, ἀπώσαντα ἔσω ἐπὶ κεφαλὴν στρέφειν· ἢν δὲ μὴ οἷόν τε ᾖ, ἀνοιδίσκηται δὲ, τάμνειν τῷδε τῷ τρόπῳ· σχίσαντα τὴν κεφαλὴν μαχαιρίῳ ξυμφλάσαι, ἵνα μὴ θράσσῃ, τῷ πιέστρῳ, καὶ τὰ ὀστέα ἕλκειν ὀστεολόγῳ, καὶ τῷ ἑλκυστῆρι, παρὰ τὴν κληἳδα καταθέντα ὡς ἂν ἔχηται, ἕλκειν, μὴ κατὰ πουλὺ, ἀλλὰ κατ’ ὀλίγον, ἐξανιέντα καὶ αὖθις βιώμενον. Ὅταν δὲ ταῦτα μὲν ἔξω εἰρύσῃς, ἐν δὲ τοῖσιν ὤμοισιν ἔῃ, τάμνειν τὰς χεῖρας ἄμφω ἐν τοῖσιν ἄρθροισι μετὰ τῶν ὤμων· καὶ ὅταν ταῦτα κομίσῃς, ἢν μὲν οἷόν τε ᾖ ἰέναι, καὶ τἄλλα εὐπετέως ἕλκειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὸ στῆθος πᾶν μέχρι τῶν σφαγέων σχίζειν, φυλάσσεσθαι δὲ ὡς μὴ κατὰ τὴν γαστέρα τάμῃς, καὶ ψιλώσῃς τι τοῦ ἐμβρύου, ἔξεισι γὰρ ἡ γαστὴρ καὶ τὰ ἔντερα καὶ κόπρος· ἢν δέ τι τουτέων ἐκπέσῃ, πραγματοειδέστερον ἤδη γίνεται· ξυμφλάσαι δὲ τὰ πλευρὰ, καὶ τὰς ὠμοπλάτας ξυναγαγεῖν, καὶ ῥηῖδίως μετὰ ταῦτα χωρήσει τὸ λοιπὸν ἔμβρυον, ἢν μὴ ἤδη οἰδαλέον ᾖ τὴν κοιλίην· ἢν γὰρ ᾖ τι τοιοῦτον, ἄμεινον τὴν γαστέρα τοῦ ἐμβρύου τρῆσαι πρηέως, ἔξεισι γὰρ φῦσα μοῦνον ἐκ τῆς γαστρὸς, καὶ εὐπετέως οὕτω χωρήσει. Ἢν δὲ ἐκπεπτώκῃ ἡ χεὶρ ἢ τὸ σκέλος τεθνεῶτος τοῦ ἐμβρύου, ἢν μὲν δυνατὸν ᾖ, εἴσω ἀπῶσαι ἄμφω, καὶ εὐτρεπίσαι τὸ ἔμβρυον, ταῦτα ἄριστα· ἢν δὲ μὴ οἷόν τε ᾖ τοῦτο ποιῆσαι, ἀποτάμνειν ὅ τι ἂν ἔξω ᾖ ὡς ἂν δύνηται ἀνωτάτω, καὶ τοὐπίλοιπον ἐσμασάμενος προῶσαι καὶ στρέψαι τὸ ἔμβρυον ἐπὶ κεφαλήν· ὅταν δὲ στρέφειν ἢ κατατάμνειν μέλλῃς τὸ παιδίον, τὰς ἰδίας χεῖρας χρὴ ἀπονυχίσασθαι, τὸ δὲ μαχαίριον, ᾧ ἂν κατατάμνῃς, καμπυλώτερον ἔστω ἢ ἰθύτερον, καὶ τοῦτο κατὰ κεφαλὴν ἀμφικαλύπτειν τῷ λιχανῷ δακτύλῳ, ἐσματευόμενον καὶ ὁδηγεῦντα καὶ ὀῤῥωδέοντα, ὅπως μὴ ψαύσῃς τῆς ὑστέρης.