Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.71
Not analysed yet
71. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, καὶ ἡ γαστὴρ πλήρης ὥσπερ κυούσης, κινέεται δὲ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται, σφριγᾷ δὲ τοὺς τιτθούς. Αὕτη οὖν δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμα πουλὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάζῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νούσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅτι οὐ κινέεται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δὲ θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινέηται, δηλονότι τοῦτό ἐστιν· ἔστι δὲ καὶ τόδε τεκμήριον μέγα· ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι· καὶ πρῶτα μὲν πυρίησον ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσον, ὅκως αἷμα καταῤῥαγῇ πουλύ· καὶ γὰρ ἴσως ἂν κινήσαις τὸ ἔμβρυον τὸ δοκεῦν εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου· κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀπαγάγῃς· εἰ δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ Κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῇ σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον αἷμα· πρόσβαλλε δὲ καὶ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.