Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.73
Not analysed yet
73. Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· ἐπὴν δὲ κυΐσκηται ἡ γυνὴ, καταμήνια οὐ μάλα χωρέει, πλὴν ἔστιν ᾗσιν ὀλίγα· τρέπεται γὰρ ἐς τοὺς μασθοὺς τὸ γλυκύτατον τοῦ ὑγροῦ ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, καὶ ἐκθηλάζεται· καὶ ἀνάγκη ἐστὶ τὸ ἄλλο σῶμα κεκενῶσθαι μᾶλλον, καὶ ἧσσον πλῆρες γίνεται τοῦ αἵματος· τοῦτο οὕτω γίνεται. Εἰσὶ δὲ αἵτινες φύσει ἀγάλακτοί εἰσι, καὶ σφέας ἐπιλείπει τὸ γάλα πρὸ τοῦ καιροῦ· αὗται φύσει στεῤῥαί εἰσι καὶ πυκνόσαρκοι, καὶ οὐ διέρχεται ἐπὶ τοὺς μαζοὺς ἀρκέουσα ἰκμὰς ἀπὸ τῆς κοιλίης, πυκνῆς τῆς ὁδοῦ ἐούσης.