Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.74.1
Not analysed yet
74. Ἐπιμήνια κατασπάσαι· ἐλατηρίου δύο πόσιας, ξυμμίσγεται δὲ καὶ στέαρ ὄϊος ἀπὸ τῶν νεφρῶν, ὅσον τὸ ἐλατήριον, μὴ διαθρύπτεσθαι, ποιέειν δὲ δύο προσθετά· ἤ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίψας ὕδατι φορύξαι καὶ προσθετὰ δύο ποιῆσαι· προστιθέναι δὲ ταῦτα πρὸ τῶν ἡμερέων ᾗσι μέλλει ἐπέρχεσθαι· ποιέει δὲ, μὴ ἐξερχόμενα, ῥίγεα καὶ πυρετούς. Μαλθακὰ ὑφ’ ὧν καθαίρεται ὕδωρ καὶ ψάμμος, καὶ ἄγει ἐπιμήνια, ἢν μὴ πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· νάρκισσον, σμύρναν, κύμινον, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, ἴσον ἑκάστου, ναρκίσσου δὲ μοίρας τέσσαρας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, ταῦτα τρίβειν ὀριγάνου ἡψημένου ξὺν ὕδατι, καὶ ποιέειν βάλανον, καὶ προστιθέναι· ἢ καὶ κυκλαμίνου μίσγε ὅσον ἀστράγαλον· καὶ ἄνθος χαλκοῦ ὅσον κύαμον τρίψας, μέλιτι δεῦσαι καὶ ποιῆσαι βάλανον, καὶ προστιθέναι· ἢ γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν καὶ βοὸς ἐν μέλιτι ἀναταράσσειν καὶ ἀναπλάσσειν βάλανον. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα προσθέσθω, εἰρίῳ ἀναλαμβάνουσα. Προσθετὸν καθαρτικὸν μαλθακόν· ἰσχάδα λὰβὼν δίεφθον ποιέειν, καὶ ἀποπιέσας τρίβειν ὡς λειοτάτην, εἶτα πρόσθες ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Τὸ δριμύ· κράμβης, πηγάνου, ἑκατέρου ἥμισυ τρίψας, τὸν αὐτὸν τρόπον χρέο. Καθαρτικόν· χηνὸς μυελὸν, ἢ βοὸς, ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρον ῥόδινον καὶ γάλα γυναικὸς, τρίβειν ὡς φάρμακον τρίβεται, εἶτα τούτῳ ἐναλείφειν τὸ στόμα τῆς μήτρης. Ἕτερον προσθετὸν μαλθακόν· χηνὸς μυελὸν ὅσον κάρυον, κηρὸν ὅσον κύαμον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κύαμον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, ποίησον ὡς κηρωτήν· εἶτα τούτῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Ἕτερον καθαρτικόν· ἄλευρον σιτάνιον, σμύρνης τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας μύρῳ ἰρίνῳ προστιθέσθω· ἢ κνίδης καρπὸν καὶ μαλάχης χυλὸν καὶ χηνὸς στέαρ ἅμα συμμίξαντα προσθεῖναι. Προσθετὸν ἄλλο καθαρτικὸν, ἢν τὰ γυναικεῖα μὴ φαίνηται· στύρακα καὶ ὀρίγανον τρίψας λεῖον καὶ ξυμμίξας, ἐπίχεε χηνὸς ἔλαιον, καὶ προστίθει. Ἕτερον καθαρτικὸν προσθετὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ αἷμα ἐκκενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, μέλιτι καὶ ἐλαίῳ χηνὸς μίξας, προστίθει. Ἕτερον προσθετὸν καθαρτικόν· βουπρήστιος ἐφελεῖν κεφαλὴν καὶ πόδας καὶ πτερά· τὰ δ’ ἄλλα τρίβειν, καὶ ξυμμίσγειν τοῦ σύκου τὸ ἔνδον· διπλάσιον δὲ τὸ πῖον ἔστω· τοῦτο φυσᾷ τὰς ὑστέρας, τοῦτο καὶ τῇσιν ἀπαυδώσῃσιν ἄριστον. Ἢ λινοζώστιος τὰ φύλλα λεῖα προσθετὰ ποιέειν· τοῦτο λεπτὴν ἄγει καὶ χολώδεα κάθαρσιν. Καὶ ἡ ἀρτεμισίη ποιέει ὡς ἡ λινόζωστις, καὶ καθαίρει ἄμεινον. Ἐλλέβορος μέλας ἐν ὕδατι λεῖος, ἄγει καὶ οὗτος οἷον ἀπὸ κρεῶν ὕδωρ. Καὶ ἡ στυπτηρίη δὲ καὶ ἡ ῥητίνη τωὐτὸ δρᾷ. Κύπειρος, ἀψίνθιον, ἀριστολοχία, κύμινον, ἅλες, μέλι, ταῦτα πάντα ἐν τωὐτῷ τρίβειν καὶ προστιθέναι. Καὶ ἐλλέβορος ἐν οἴνῳ γλυκεῖ, αἰρῶν ἄλευρον καὶ πύρινον μέλιτι φυρήσας, ἐν εἰρίῳ προστιθέναι. Προσθετὰ, ἢν μὴ τὰ κατάποτα καθαίρῃ· λινόζωστιν, σμύρναν, λευκόϊον, κρόμμυον ὡς δριμύτατον, καὶ μελάνθιον, καὶ τὸ ἡδύοσμον, ἢν ὑποφέρῃ, ξυμμίξας, προστίθει. Προσθετὰ δριμέα ἄγοντα αἷμα· κανθαρίδας πέντε, πλὴν τῶν ποδῶν καὶ πτερῶν καὶ κεφαλῆς, καὶ σμύρναν καὶ λιβανωτὸν ἅμα ξυμμίσγειν καὶ μέλι, ἔπειτα βάψας ἐς ἄλειφα ῥόδινον ἢ αἰγύπτιον προσθέσθω τὴν ἡμέρην, καὶ ἐπὴν δάκνῃ, ἀφαιρέεσθαι· καὶ βάπτειν πάλιν ἐς γάλα γυναικὸς καὶ μύρον αἰγύπτιον, προστίθεσθαι δὲ τοῦτο ἐς νύκτα, καὶ διανίζεσθαι ὕδατι εὐώδει, προστιθέναι δὲ στέαρ. Ἁρμόζοι δ’ ἂν βούπρηστις, ἢν μὲν σμικρὴ ᾖ, ἄνευ πτερῶν καὶ ποδῶν καὶ κεφαλῆς· ἢν δὲ μεγάλη, ἥμισυ, μίσγειν δὲ τὰ αὐτὰ ἃ καὶ τῇσι κανθαρίσι, καὶ προστιθέναι ὁμοίως· ἢν δὲ μαλθακωτέρου δέηται, τῇ βουπρήστει μῖξαι οἶνον καὶ κύμινον αἰθιοπικὸν, ἀσταφίδα τε καὶ πάλην σεσέλιος καὶ ἀννήσου, καὶ ἀναζέσαι τὸν οἶνον· ἀποχέας δὲ τρῖψαι λεῖον, καὶ πλάσαι· φθοΐσκους ὅσον δραχμιαίους· τούτων προστιθέναι, σμύρναν καὶ λιβανωτὸν μίσγοντα, ποιέειν δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῇσι κανθαρίσιν. Ἢ τὸ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίβοντα λεῖον ξὺν μέλιτι, ποιέειν οἷον βάλανον· πτερῷ δὲ περίπλασσε. Προσθετὸν ἐνεργόν· ὀπὸν μανδραγόρου καὶ κολοκύντης ἀγρίης ξὺν γάλακτι γυναικείῳ πρόσθες. Ἢ τρύγα ξηρὴν ἐξ οἴνου παλαιοῦ λευκοῦ καίειν, καὶ οἴνῳ σβέσαι. Καὶ κολοκύντη ἀγρίη, λινόζωστις, νίτρον καὶ ἐρύσιμον. Θᾶσσον κατασπᾷ καὶ μανδραγόρου ῥίζα, κανθαρὶς, ἕρπυλος, δάφνης καρπὸς, μύρον ἴρινον, δάφνινον· τιθυμάλου τὸν ὀπὸν μίσγειν, καὶ ἀνακινέειν, καὶ τὸν ἰξὸν ἀφαιρέειν, καὶ διδόναι ὅσον ὄροβον, καὶ προσθετὸν ποιῆσαι ἄριστον· εἰ δὲ πλέον ἴοι, οἴνῳ προσκλυζέσθω. Ἢ ὀπτοῦ χαλκοῦ εκδιεὶς, χλιερὸν ἀναλαμβάνειν εἰρίῳ, καὶ προστιθέναι.