Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.75.1
Not analysed yet
75. Kυητήριον· κεδρίης ἐμβάφιον, στέατος βοείου δραχμὰς τέσσαρας, λεῖα τρίψας καὶ ἐς τωὐτὸ μίξας, πεσσοὺς ποιέων, προστίθει νήστει, καὶ προσκειμένη ἐκνηστευέτω τὴν ἡμέρην· προστιθέσθω δὲ δὶς, πρωῒ καὶ δείλης, μετὰ τὰ καταμήνια, καὶ μετὰ τὸ δεῖπνον λούσθω, καὶ κοιμάσθω ξὺν τῷ ἀνδρί. Ἢ μελάνθιον φλάσαι, καὶ ἐς ῥάκος ἐνδῆσαι, καὶ χηνὸς ἔλαιον ἐμβαλεῖν, καὶ δοῦναι προσθέσθαι. Ἕτερον κυητήριον· γυναϊκα θεραπεῦσαι, ὥστε ξυλλαβεῖν ἐν γαστρί· οὖρον λαβὼν παλαιὸν καὶ σιδήρου σκωρίην ὅσην δὴ παλαστὴν τὰ θρύμματα, ἔπειτα καθίσας τὴν γυναῖκα ἐπὶ δίφρου, καὶ ξυγκαλύψας καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν, ὑποθεὶς ποδανιπτῆρα, ἐμβαλεῖν κατὰ τρία διάπυρα τὰ θρύμματα· ἔστω δὲ τὸ οὖρον ὅσον χοῦς· καὶ ἐν τούτοις πυριῇν αὐτὴν ὅσον τριήκοντα πυρίας· ἐπὴν δὲ πυριήσῃς, σμῆχε τὴν κεφαλὴν τῷ οὔρῳ, ᾧ ἂν πυριηθῇ, ἐναποσβεννύων πάλιν τοὺς λίθους καὶ τὴν πυρίην πάλιν θερμήνας· μετὰ ταῦτα λοῦε κατὰ κεφαλῆς ὡς πλείστῳ, ἕψων ἐν τῷ ὕδατι πόλιον καὶ τῆς ἄγνου ὡς πλεῖστα· ταῦτα δὲ ποίεε ἡμέρας ἑπτά· τρὶς δὲ ὑποθυμιῇν τούτων ἑκάστην πυρίην πρὸ τοῦ σμήχεσθαι· χριέσθω δὲ ἐκ τοῦ λουτροῦ ἐλαίῳ δαφνίνῳ. Μετὰ δὲ τὸ δεῖπνον φαγοῦσα κρόμμυα ἐμβάπτουσα ἐς μέλι, καὶ μελίκρητον χλιερὸν ὅσον κοτύλας τέσσαρας πιοῦσα, ἔπειτα, ἐπὴν φάγῃ, σμικρὸν ἐπισχοῦσα, ἀπεμεέτω· καὶ ἀνακλιθεῖσα. ὑπτίη, τοῦ πηγάνου ἐχέτω καὶ ἐν τοῖσιν ὠσὶ καὶ ἐν τῇσι ῥισί· καὶ ἄρτον ζυμίτην, ὅσον ἕκτον μέρος χοίνικος, ἐς ζωμὸν ἐνθρύψασα ὄρνιθος, ἔχοντα σελίνου ὅσον χήμην, προσφερέσθω· καὶ πάλιν δίδου τὸ ἴσον ἐπὶ τῷ δείπνῳ· τωὐτὸ δὲ ποίεε τὰς ἑπτὰ ἡμέρας. Ἔπειτα δὲ τὴν κοιλίην κλύζε ἡμέρας ἑπτά· ἔστω δὲ κλύσμα ῥητίνης δραχμαὶ τέσσαρες, μέλιτος ὀξύβαφον τῶν πλατέων, ἐλαιον ἴσον, πυρῶν σητανίων χυλὸς, νίτρου ἀφρὸς, ὠὰ ἑπτὰ· κοτύλαι δὲ ὀκτὼ τοῦ κλύσματος, τουτέων αἱ τρεῖς πτισάνης χυλοῦ· κλυζέτω δὲ πλαγίην, καὶ λοῦε ὀλίγῳ. Προστιθέσθω δὲ καὶ βαλάνους ἑπτὰ, τῆς ἡμέρης, κατεχέτω δὲ ἔστ’ ἂν κατατακῇ· ἔστωσαν δὲ λιβάνου, νίτρου, χαλβάνης, μέλιτος ἑφθοῦ· σίτῳ δὲ χρήσθω τῷ αὐτῷ. Ὑποθυμία δὲ πόλιον, ὄνου τρίχας, λύκου κόπρον, ἐπίβαλλε δὲ ὡς πλεῖστον ἐπὶ ἀνθρακιὴν, καὶ περικαθίσας αὐτὴν καὶ περιστείλας θυμία, φυλασσόμενος μὴ κατακαύσῃς. Ἢν δὲ γυνὴ μὴ δύνηται τίκτειν πρόσθεν τίκτουσα, νίτρον καὶ ῥητίνην καὶ σμύρναν καὶ κύμινον αἰθιοπικὸν καὶ μύρον τρίβειν ἐν τωὐτῷ, καὶ προστίθεσθαι. Ἢ γλήχωνα ξηρὴν ἐν ὀθονίῳ προστιθέσθω· πίνειν δὲ τὴν γλήχωνα, ἐπὴν εὕδειν μέλλῃ. Ἕτερον κυητήριον· διαιτᾷν δεῖ τὴν γυναῖκα ἥτις δέεται κυήσιος, καὶ διδόναι αὐτῇ ἅπερ λεχοῖ καὶ ἐσθίειν καὶ πίνειν, τῷ δὲ ἀνδρὶ τῆς γυναικὸς τἄλλα πλὴν σκορόδου, καὶ κρομμύου, καὶ ἔτνους, καὶ ὀποῦ σιλφίου, καὶ ὅσα φυσητικά· τούτων δὲ ἀπεχέσθω. Ἔγχυτον κυητήριον, εἰ μὴ κυΐσκεται· γάλα γυναικὸς κουροτρόφου, σίδης νεαρῆς τοὺς κόκκους τρίψας, καὶ ἐκπιέσας τὸν χυλὸν, καὶ χελώνης θαλασσίης τὸν περίνεον κατακαύσας, τρίψας, ἐγχέαι ἐς τὸ αἰδοῖον. Ἔγχυτον κυητήριον μὴ κυούσῃ· γάλα καὶ ῥητίνην καὶ σίδης γλυκείης χυλὸν, ταῦτα ξὺν μέλιτι μίξας, ἐγχεῖν πάντα. Κυητήριον· βολβοῦ τοῦ λευκοῦ καρπὸν ἢ τὸ ἄνθος τρίψασα ξὺν μέλιτι, ἐν εἰρίῳ ἑλίξασα, προσθέσθω πρὸς τὴν μήτρην ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ. μαλάχην ἀγρίην τὴν πλατύφυλλον τρίψασα, μῖξαι γυναικὸς γάλακτι, καὶ ἐς εἴριον ἑλίξασα, προσθέσθω· εἶτα κοιμάσθω μετὰ ἀνδρός· προῤῥοφεέτω δὲ γλήχωνα ἐπ’ ἀλεύροισιν ἑφθὴν, καὶ πινέτω γλήχωνα ἐν οἴνῳ λεπτήν. Ἢν δὲ τούτου μὴ ἐσακούῃ. λαβὼν κάνυζαν εὔοδμον, ξυγκόψας καὶ ἐκθλίψας τὸν χυλὸν καὶ μίξας οἴνῳ, πινέτω νῆστις. Ἕτερον κυητήριον· ἀσπαράγου καρπὸν πινέτω ὁμοίως ἐν οἴνῳ. Ἕτερον κυητήριον· χορίον γυναικὸς καὶ τῶν εὐλέων τὰς κεφαλὰς τρίψας, διεὶς στυπτηρίην αἰγυπτίην ἐν χηνὸς στέατι, ἐν εἰρίῳ προσθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον ἐπὶ τοῦ αὐτοῦ· ἰὸν χαλκαῦ, ἄνθος, ἡμιωβόλιαν ἑκατέρου, λιβανωτὸν ἄρσενα, στυπτηρίην σχιστὴν, οἰνάνθην ἀμπέλου, κικίδα, σμύρναν, σίδιον, ῥητίνην, πόλιον. ὀβολὸν ἑκάστου, ἐν μέλιτι τρίψασα. προσθέσθω ἐπὶ τρεῖς ἡμέρας δὶς τῆς ἡμέρης· ἢν δ’ ἴσως δριμύτερον ᾖ, παραμίσγειν χηνὸς στέαρ καὶ νίτρον ὀπτόν· διδόναι δὲ οἶνον, φεύγοντα τὸ ἐν αὐτῷ μένος. Ἕτερον κυητήριον· εὐλὴν ἥτις ἔχει τὴν κέρκον, λαβὼν αὐτῶν τρεῖς ἢ τέσσαρας μοίρας καὶ ὀρίγανον λεπτὴν, τρίψας ἐν ῥοδίνῳ μύρῳ, προσθέτω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον κυητήριον· ἀνδράχνην τρίψας μετὰ στέατος χηνὸς καὶ σμύρνης καὶ πράσου σπέρματος καὶ βοὸς χολῆς, ἐν εἰρίῳ ἐνελίξας προστιθέναι πρὸς τὸ στόμα τῆς μήτρης. Ἢν τὰ μὲν καταμήνια γίνηται πολλὰ, μὴ ξυλλαμβάνῃ δὲ, κυητήριον· χαλκοῦ ἄνθος, ὀβολοὺς δύο, καὶ στυπτηρίης σχιστῆς ὡσαύτως, τρίψας λεῖα ἐν μέλιτι, εἶτα ἐν εἰρίῳ ἀνασπογγίσας, ἐνδήσας τὸ εἴριον ἐς ὀθόνιον λίνῳ, προσθέτω ὡς ἐσωτάτω· τὸ δὲ λίνον ὑπερεχέτω· εἶθ’ ὅταν καλῶς καθαρθῇ, ἀφελέτω, καὶ οἶνον ἀναζέσας εὐώδεα, μυρσίνης φύλλα ἐμβαλὼν, τούτῳ προσκλυσάσθω, καὶ ἴτω πρὸς τὸν ἄνδρα. Κυητήριον προσθετόν· μέλι, σμύρναν, μυρίκης τὸν καρπὸν, ῥητίνην ὑγρὴν, χηνὸς ἄλειφα, τρίψας ἅπαντα ἐν τῷ αὐτῷ, εἰρίῳ ἐνελίξασα προστιθέσθω. Κυητήριον προσθετὸν σφόδρα ἀναστομῶσαι μήτρην δυνάμενον, ὅταν μεμύκῃ καὶ μὴ δύνηται κυῆσαι, καὶ ὕδωρ ἐκκαθῆραι· λαβὼν σχεδιάδα τὴν μικρὴν, καὶ σχῖνον, καὶ κύμινον, καὶ κύπειρον, καὶ ἀγρίην κολοκύντην, καὶ νίτρον ἐρυθρὸν, καὶ ἅλας αἰγύπτιον, καὶ σχεδιάδα τὴν μεγάλην, ταῦτα πάντα λεῖα ποιήσας, δι’ ὀθονίου διηθῆσαι· λαβὼν δὲ μέλι, ἕψησον ἐπὶ πυρὶ μαλθακῷ· ἐπειδὰν δὲ ζέσῃ, παράμιξον κηρὸν, ῥητίνην· ἔπειτα ξυμμίξας πάντα, ἔλαιον ἐπιχέας, ἀφελὼν, χλιήνας, εἴριον ἐγκυλίωτον ἐνελίξας προστίθει τῇ μήτρῃ, μέχρις ἂν καθαρθῇ, Ἕτερον κυητήριον· ἢν γυναῖκα βούλῃ κυῆσαι, καὶ τοῖσι καθαρτηρίοισι νῆστις χρῆσθαι, καὶ εἰ δεῖ πρὸς τὸν ἄνδρα ἰέναι. δαφνίδας μελαίνας δέκα, λιβανωτοῦ δραχμίδας τρεῖς, καὶ κύμινον ὀλίγον τρίψας ἐν μέλιτι, ἐς εἰρίον πινῶδες ἐγκυλίων, ἅπαξ τῇ ἡμέρῇ τῇ αὐτῇ προστιθέσθω, καὶ ἀφαιρείσθω ἅπαξ ἕως ἡμερῶν τεσσάρων, καὶ ἔπειτα ἀσιτείτω τὰς ἴσας ἡμέρας.